Μετάβαση στο περιεχόμενο

Συναγωγή παροιμιών/Αρχή του οʹ στοιχείου

Από Βικιθήκη
Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ οʹ στοιχείου


Τὸ οʹ μετὰ τοῦ δʹ

[Επεξεργασία]


Ὁ Διὸς Κόρινθος.
Ὁ ἁλιεὺς πληγεὶς νοῦν φύσει.
Ὁδὸν ὀρθὴν βαδίζει.
Ὁδοῦ καὶ ἀληθείας χαλεπὸν ἀποπλανηθῆναι.
Ὁ Ἥλιος τὸν οὐκ ἀετιδέα.
Ὁ θυμὸς [γὰρ] ἀλγῶν ἀσφάλειαν οὐκ ἔχει.
Ὁ δύο πτῶκας διώκων οὐδέτερον καταλαμβάνει.
Ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς.

Τὸ οʹ μετὰ τοῦ εʹ

[Επεξεργασία]


Ὁ ἔχων ἵππου χρήματα ταχύτατα ἱππεύει.
Ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.
Ὁ ἔχων πολὺ πέπερι τίθησι κἀν λαχάνοις.

Τὸ οʹ μετὰ τοῦ ιʹ

[Επεξεργασία]


Οἴκοι τὰ Μιλήσια· μὴ γὰρ ἐνθάδε.
Οἴκοι γενοίμην.
Οἶκος φίλος οἶκος ἄριστος.
Οἴκοθεν ὁ μάρτυς.
Οἱ Κρῆτες τὴν θυσίαν.
Οἰταῖος δαίμων.
Οἱ φιλομεμφέες εἰς φιλίην οὐκ εὐφυέες.
Οἶδα Σίμωνα καὶ Σίμων ἐμέ.
Οἴκοι μένειν δεῖ τὸν καλῶς εὐδαίμονα.
Οἱ φῶρες τὴν βοήν.
Οἱ φῶρες προσεγκαλοῦσιν.
Ὄϊς τὴν μάχαιραν.
Οἶνος καὶ παῖδες ἀληθεῖς.
Οἰναῖοι τὴν χαράδραν.
Οἱ Ἴωνες ἐλεύθεροι μὲν κακοί· δοῦλοι δὲ ἀγαθοί.
Οἵψ με ὁ δαίμων τέρατι συγκαθεῖρξεν·
Οἷος πέπνυται· τοὶ δὲ σκιαὶ ἀΐσσουσιν.

Τὸ οʹ μετὰ τοῦ κʹ

[Επεξεργασία]


Ὁ κνὶξ ἐν χώραι.
Ὀκνὲ κυάμους κατάβρεξον· εἰ φάγοις ὠμοὺς οὐδέποτε ἐπιλάθοιο.
Ὁ κοινὸς ἰατρός σε θεραπεύσει χρόνος.
Ὃ κἀργύρου ἦι πάντα θεῖ κἀλαύνεται.
Ὁ Κρὴς δὴ τὸν πόντον.
Ὁ κόσμος σκηνή, ὁ βίος πάροδος, ἦλθες, εἶδες, ἀπῆλθες.
Ὁ Καρπάθιος τὸν λαγών.
Ὁ καλῶς ἄγων ἐμποιεῖ τὸ καλῶς ἕπεσθαι.
Ὁ Κρὴς τὸν Κρῆτα.
Ὁ Κλεομένης τῆς κοίτης ὑπερέχει.

Τὸ οʹ μετὰ τοῦ λʹ

[Επεξεργασία]


Ὅλωι ποδί.
Ὅλους Ἄθως κατατοξεύεις τῆς κορυφῆς.
Ὀλύμπου φανεῖται παντὸς ἐπαχθέστερος.
Ὀλέθρου πείρατ᾽ ἐφῆπται.
Ὁ λύκος τὴν τρίχα οὐ τὴν γνώμην ἀλλάττει.
Ὁ Λυδὸς τὸν ὄνον ἐλαύνει.

Τὸ οʹ μετὰ τοῦ μʹ

[Επεξεργασία]


Ὁμολώϊος Ζεύς.
Ὅμοιος ὁμοίωι.
Ὄμπνιος χείρ.
Ὄμπνιον νέφος.
Ὄμφακας βλέπει.
Ὁ μὲν λόγος θαυμαστὸς, ὁ δὲ λέγων ἄπιστος.
Ὁ μὲν Ἑκατερὸς ἀμφότερος· ὁ δὲ Ἀμφότερος οὐδέτερος.
Ὁμοιότερος σύκου.
Ομφάληι Ἡρακλῆς λατρεύει.
Ὅμοιον ὁμοίωι δεῖ πλησιάζειν.

Τὸ οʹ μετὰ τοῦ νʹ

[Επεξεργασία]


Ὄνος ἄγει μυστήρια.
Ὃν ἡ τύχη μέλανα γράψει, τοῦτον ὁ πᾶς χρόνος οὐ δύναται λευκᾶναι.
Ὃν οὐ τύπτει λόγος οὐδὲ ῥάβδος.
Ὄνος εἰς ἄχυρα.
Ὄνου κεφαλὴν μὴ πλύνειν νίτρωι.
Ὄνος ἐν μελίτταις.
Ὄνωι τις ἔλεγε μῦθον, ὁ δὲ τὰ ὦτα ἐκίνει.
Ὄνος λύρας ἀκούων κινεῖ τὰ ὦτα.
Ὄνος ἀκροᾶται σάλπιγγος.
Ὁ νεβρὸς τὸν λέοντα πυνθάνεται.
Ὄνος κάθου.
Ὄνος εἰς Κυμαίαν.
Ὄνος ὕεται.
Ὄνου θανάτους.
Ὄνου παρακύψεως.
Ὄνος εἰς μάρτυν ὀγκᾶται.
Ὄναρ λέγεις ἢ γρίφον.
Ὄνου πόκαι.
Ὄνου οὐρὰ τηλίαν οὐ ποιεῖ.
Ὄνου γνάθος.
Ὄνος λύρας ἢκουε καὶ σάλπιγγος ὗς.
Ὀνοσκελίας θυγάτηρ.
Ὄνου σκιά.

Τὸ οʹ μετὰ τοῦ πʹ

[Επεξεργασία]


Ὁ παῖς τὸν κρύσταλον.
Ὄπισθεν κεφαλῆς ὄμματ᾽ ἔχει.
Ὅπου τις ἀλγεῖ, κεῖσε καὶ τὸν νοῦν ἔχει.
Ὅπου μὴ ἐφικνεῖται ἡ λεοντῆ, προσραπτέον τὴν ἀλωπεκῆν.
Ὅπου αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσιν.
Ὁ πηλὸς ἢν μὴ δαρῆι κεραμὸς οὐ γίνεται.

Τὸ οʹ μετὰ τοῦ ρʹ

[Επεξεργασία]


Ὅρκοις ἄνδρας, ἀστραγάλοις δὲ παῖδας ἐξαπατῶσιν.
Ὀρέστης ἐν ὄρεσι διαιτώμενος.
Ὄρνις ζητεῖς, ἀνέμους θηρεύσεις.
Ὄρτηξ ἔσωσεν Ἡρακλῆ.
Ὁ Ῥῆνος ἐλέγχει τὸν νόθον.
Ὄρος ὄρει οὐ μίγνυται, ἄνθρωπος δ᾽ ἀνθρώπωι.

Τὸ οʹ μετὰ τοῦ σʹ

[Επεξεργασία]


Ὀστράκου μεταστροφή.
Ὀστοῦν ἔνεστι τῶι λόγωι.
Ὃς αὐτὸς αὑτὸν οὐκ ἔχει, Σάμον θέλει.
Ὁ Σικελὸς τὴν θάλασσαν.
Ὁ Σκύθης ἵππον.
Ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται, ἐκείνου ἐστὶ δοῦλος, κἂν ἐλεύθερος μόληι.
Ὃς δὲ Κόρινθον ἔναιε, χόλου κρατέειν Περίανδρος.
Ὅστις κύνα τρέφει ξένον, τούτωι μόνον λῖνος μένει.
Ὅστις δὶς ναυαγήσει μάτην μέμφεται Ποσειδῶνα.

Τὸ οʹ μετὰ τοῦ τʹ

[Επεξεργασία]


Ὁ Ταντάλου λίθος ὑπὲρ κεφαλῆς ταλαντεύεται.
Ὅταν φακῆν ἕψητε, μὴ ἐπιχεῖν μύρον.
Ὅταν Νίβας κοκκύσηι, τόθ᾽ ἕξεις πλοῦτον.

Τὸ οʹ μετὰ τοῦ υʹ

[Επεξεργασία]


Οὐδ᾽ ἀπὸ γῆς ὤνησις.
Οὐδ᾽ ἂν Ἐξηκεστίδης εὗροι τὴν εὐθεῖαν ὁδόν.
Οὐ δεῖ μιμεῖσθαι τὸν Πασιφάης τρόπον.
Οὐκ ἀσφαλὲς σπουδαῖον χρονίζειν, ἔνθα μή εἰσιν ὅμοιοι.
Οὐδὲ τὰ τρία Στησιχόρου γινώσκεις.
Οὔτε ποτ᾽ ἀγαθὸς γένοιτ᾽ ἂν ποιητὴς παρὰ μέλος ἄιδων, οὔτ᾽ ἀστεῖος ἄρχων παρὰ νόμον χαριζόμενος.
Οὐδὲν ἐγγὺς ἱππικοῦ δρόμου.
Οὐκ ἐμὸν τὸ φύτευμα.
Οὐδὲ πυρφόρος.
Οὗτος ὁ κύων τεῦτλα οὐ δάκνει.
Οὐδὲν ἦν τἄλλα πάντα πλὴν χρυσός.
Οὐ τὸ οὖρον καθαρὸν, ἀποκρίνει τὸν ἰατρόν.
Οὐ παρ᾽ ἕνα τᾶι Σπάρται.
Οὐκ ἐᾶι με καθεύδειν οὐδὲ ῥαιθυμεῖν τὸ Μιλτιάδου τρόπαιον.
Οὐ δύνηι Φωκίωνι φίλωι χρῆσθαι καὶ κόλακι.
Οὐδὲ Ἡρακλῆς πρὸς δύο.
Οὐδεὶς δυσώνης χρηστὸν ὀψωνεῖ χρέας.
Οὐδεὶς κομήτης ὅστις οὐ περαίνεται.
Οὐδ᾽ ἴκταρ βαλεῖν ἔχεις.
Οὗτος ὁ καθήμενος ἱσταμένωι ἔοικεν.
Οὐδὲν ἱερόν.
Οὐδὲν λευκῶν ἀνδρῶν ὄφελος.
Οὔτε γὰρ πιστεύουσιν ἀπιστεῖν χρεών, οὔτ᾽ ἀπιστούντων ἔφη βασιλεύειν Νομᾶς.
Οὔτε παρὰ νεκροῦ ὁμιλίαν, οὔτε παρὰ φιλαργύρου δεῖ χάριν ἐπιζητεῖν.
Οὐ μάλα κυκᾶις.
Οὐ νυκτὶ πλοῆς.
Οὐδ᾽ ἑπτέτης φράτορας ἔφυσας.
Οὐκ ὤιμαν τὰν εὐχὰν ἄλλας μείζονος εὐχᾶς δεῖσθαι.
Οὐδὲν πρὸς τὸν Διόνυσον.
Οὐδὲν ἐξ ἀγροῦ λέγεις.
Οὐδ᾽ ἀπομύξασθαι σύνοιδεν.
Οὐκ ἐν δέοντι χρῆι τῶι δέοντι.
Οὔτ᾽ ἰχθὺς φωνὴν οὔτ᾽ ἀπαίδευτος ἀρετήν.
Οὐκέτ᾽ ἐμὸν τὸν πρᾶγμα· πολλὰ χαιρέτω.
Οὐδ᾽ ἐν σελίνοις.
Οὐδ᾽ αἰδοῦς σοι πέρδικος.
Οὐδὲ κύων παύσαιτ᾽ ἂν ἅπαξ σκυτοτραγεῖν μαθών.
Οὐδὲν φρονεῖ δίκαιον ἀστυκὸς ἀνήρ.
Οὐ τὸν στρατηγόν, ἀλλὰ τὸν τρώσαντα.
Οὐχὶ καὶ αἱ χελῶναι διὰ μιᾶς πᾶσαι πλέαι.
Οὐδ᾽ ὅσον ἀηδόνες περινώσσουσιν.
Οὐ γενήσηι ἰὼν ἐς Ἀρβέλας;
Οὐδὲν Ὀρέστης πρὸς ἡμᾶς καὶ Πυλάδης.
Οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμεῖ τοῖς πολλοῖς.
Οὔτε χθὲς τὸ χρυσίον οὔτε σήμερον τὸ θηρίον ἐξέπληξε τὸν Φαυρίκιον.
Οὔκ ἔνεστι συκοφάντου δήγματος.
Οὐκ ἐπαινεθείης, οὐδὲ ἐν περιδείπνοις.
Οὐκ ἂν κινήσηις οὐδεμίαν ἀσπίδα, ἀλλ᾽ ἀπὸ σκυτάλλης μόνον καὶ τρίβωνος.
Οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθ᾽ ὁ πλοῦς.
Οὐκ ἔστι πρὸς δαιμόνια φωτὶ μάχεσθαι.
Οὐχ ὁ τόπος τὸν ἄνδρα, ἀλλ᾽ ὁ ἀνὴρ αὐτὸν ἔντιμον ποιεῖ.
Οὐκοῦν ἐν ψυχρῶι τούτους ἑψήσωμεν.
Οὐ δύνασαι Θέτιδος καὶ Γαλατείας ἐρᾶιν.
Οὔτε Ῥώμη πεσεῖται Σκ‹ι›πίονος ἐστῶτος, οὔτε Σκ‹ι ›πίων ζήσει τῆς πόλεως πεσούσης.
Οὐ τύ ἐσσι Καλλιπίδας ὁ δεικηλίτας.
Οὐκ ἐστι διθύραμβος ἂν ὕδωρ πίνηι.
Οὐκ ἀεὶ ποταμὸς ἀξίνας φέρει.
Οὐ πατρικὰ αὐλεῖ μέλη.
Οὐδ᾽ ὅσον κνήσασθαι τὸ οὖς σχολὴν ἄγει.
Οὐ φελλίας ὁ ἀγών.
Οὐ φροντὶς Ἱπποκλείδηι.
Οὔποτε δουλείη κεφαλὴ εὐδεῖα πέφυκεν, ἀλλ᾽ αἰεὶ σκολιὴ καὐχένα λοξὸν ἔχει.
Οὐ παρὰ βωμὸν δεῖ τὰς ἐπινοίας.
Οὐκ ἂν αὖθις ἀλώπηξ.
Οὔθ᾽ ὕεται, οὔθ᾽ ἡλιοῦται.
Οὐ πόλεμον ἀγγέλλεις.
Οὔ ποτε ἐκ σκίλλης ῥόδα φύεται οὔθ᾽ ὑάκινθος.
Οὐδ᾽ ἴσασιν ὅσωι πλέον ἥμισυ παντός.

Τὸ οʹ μετὰ τοῦ φʹ

[Επεξεργασία]


Ὁ φεύγων μύλον ἄλφιτα φεύγει.
Ὄφις ἢν μὴ φάγηι ὄφιν δράκων οὐ γενήσεται.
Ὄφεως ὄμμα.
Ὁ φαλλὸς τῶι θεῶι.

Τὸ οʹ μετὰ τοῦ χʹ

[Επεξεργασία]


Ὀχλεῖς μάτην με κῦμ᾽ ὅπως.

Τὸ οʹ μετὰ τοῦ ψʹ

[Επεξεργασία]


Ὄψ᾽ ἦλθες, ἀλλ᾽ ἐς κολωνὸν ἴεσο.
Ὄψον ἄριστον πόνος τῶι γηρᾶι.