Συγγραφέας:Καλλίμαχος
Εμφάνιση
←Συγγραφείς: | Καλλίμαχος (310/305 π.Χ. – 240 π.Χ.) |
Επιγράμματα στην Παλατινή Ανθολογία
- V 6: Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ᾽ ἐκείνης ἕξειν
- V 23: Οὕτως ὑπνώσαις Κωνώπιον, ὡς ἐμὲ ποιεῖς
- V 146: Τέσσαρες αἱ Χάριτες, ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις
- VI 121: Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα
- VI 146: Καὶ πάλιν Εἰλήθυια Λυκαινίδος ἐλθὲ καλεύσης
- VI 147: Τὸ χρέος ὡς ἀπέχεις Ἀσκλήπιε, τὸ πρὸ γυναικός
- VI 148: Τῶι με Κανωπίται Καλλίστιον εἴκοσι μύξαις
- VI 149: Φησὶν ὅ με στήσας Εὐαίνετος
- VI 150: Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς
- VI 301: Τὴν ἁλίην Εὔδημος, ἀφ᾽ ἧς ἅλα λιτὸν ἐπέσθων
- VI 310: Εὐμαθίην ἠιτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου
- VI 311: Τῆς Ἀγοράνακτός με λέγε ξένε κωμικὸν ὄντως
- VI 347: Ἄρτεμι τὶν τόδ᾽ ἄγαλμα Φιληρατὶς εἵσατο τῆιδε
- VI 351: Τίν με λεοντάγχ᾽ ὦνα συοκτόνε φήγινον ὄζον
- VII 80: Ειπέ τις, Ηράκλειτε, τεόν μόρον, ες δέ με δάκρυ
- VII 89: Ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω
- VII 271: Ὤφελε μηδ᾽ ἐγένοντο θοαὶ νέες• οὐ γὰρ ἂν ἡμεῖς
- VII 272: Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ᾽ ἐνὶ πόντῳ
- VII 277: Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρόν
- VII 317: Τίμων, οὐ γὰρ ἔτ᾿ ἐσσί, τί τοι, σκότος ἢ φάος, ἐχθρόν;
- VII 318: Μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε
- VII 415: Βττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδήν
- VII 447: Σύντομος ἦν ὁ ξεῖνος, ὃ καὶ στίχος οὐ μακρὰ λέξων
- VII 451: Τῆιδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον κοιμᾶται
- VII 453: Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος
- VII 458: Τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς
- VII 460: Εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινόν
- VII 471: Εἴπας· «῞Ηλιε χαῖρε.» Κλεόμβροτος ὡμβρακιώτης
- VII 517: Ἠῶιοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δέ
- VII 518: Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη
- VII 519: Δαίμονα τίς δ᾽ εὖ οἶδε τὸν Αὔριον;
- VII 520: Ἡν δίζηι Τίμαρχον ἐν Ἄιδος, ὄφρα πύθηαι
- VII 521: Κύζικον ἢν ἔλθηις, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν
- VII 522: 'Τιμονόη.' τίς δ᾽ ἐσσί; μὰ δαίμονας, οὔ ς᾽ ἂν ἐπέγνων
- VII 523: Οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος
- VII 524: ῏Η ῥ᾽ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται;
- VII 525: Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με
- VII 725: Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκ ἐπὶ πουλύ
- VII 728: Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων
- IX 336: Ήρως Αἰετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω
- IX 507: Ἡσιόδου τό τ᾽ ἄεισμα καὶ ὁ τρόπος• οὐ τὸν ἀοιδῶν
- IX 565: Ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δ᾽ ἐπὶ κισσόν
- IX 566: Μικρή τις Διόνυσε καλὰ πρήσσοντι ποιητῆι
- XI 362: Εὐδαίμων ὅτι τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας
- XII 43: Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳ
- XII 51: Ἔγχει καὶ πάλιν εἰπὲ 'Διοκλέος᾽. οὐδ᾽ Ἀχελῶιος
- XII 71: Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξύν
- XII 73: Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ᾽ οὐκ οἶδ᾽
- XII 102: Ὡγρευτὴς Ἐπίκυδες ἐν οὔρεσι πάντα λαγωόν
- XII 118: Εἰ μὲν ἑκὼν Ἀρχῖν᾽ ἐπεκώμασα, μυρία μέμφου
- XII 134: Έλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν: ὡς ἀνιηρόν
- XII 139: Ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτηι
- XII 148: Οἶδ᾽ ὅτι μου πλούτου κενεαὶ χέρες, ἀλλὰ Μένιππε
- XII 149: 'Ληφθήσει, περίφευγε Μενέκρατες᾽ εἶπα Πανήμου
- XII 150: Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδάν
- XII 230: Τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμ᾽ ἔχθει
- XIII 7: Ὁ Λύκτιος Μενοίτας τὰ τόξα ταῦτ᾽ ἐπειπών
- XIII 24: Τὰ δῶρα τη 'φροδίτηι
- XIII 25: Δήμητρι τῆι Πυλαίηι, τῆι τοῦτον οὑκ Πελασγῶν
V 6 Καλλιμάχου
[Επεξεργασία]- Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ᾽ ἐκείνης ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.
- Ὤμοσεν.•Ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι ὅρκους μὴ δύνειν οὔατ᾽ ἐς ἀθανάτων.
- Νῦν δ᾽ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί, τῆς δὲ ταλαίνης νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδ᾽ ἀριθμός.
V 23 Καλλιμάχου
[Επεξεργασία]- Οὕτως ὑπνώσαις Κωνώπιον, ὡς ἐμὲ ποιεῖς κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις.
- οὕτως ὑπνώσαις ἀδικωτάτη, ὡς τὸν ἐραστήν κοιμίζεις, ἐλέου δ᾽ οὐδ᾽ ὄναρ ἠντίασας.
- γείτονες οἰκτείρουσι, σὺ δ᾽ οὐδ᾽ ὄναρ. ἡ πολιὴ δέ αὐτίκ᾽ ἀναμνήσει ταῦτά σε πάντα κόμη.
V 146 Καλλιμάχου
[Επεξεργασία]- Τέσσαρες αἱ Χάριτες, ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις ἄρτι ποτεπλάσθη κἤτι μύροισι νοτεῖ.
- εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα, ἇς ἄτερ οὐδ᾽ αὐταὶ ταὶ Χάριτες Χάριτες.
VI 121 Καλλιμάχου
[Επεξεργασία]- Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα κεῖται ἐν Ὀρτυγίηι τόξα παρ᾽ Ἀρτέμιδι,
- οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα: νῦν δὲ πέπαυται, αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.
VI 146 Καλλιμάχου
[Επεξεργασία]- Καὶ πάλιν Εἰλήθυια Λυκαινίδος ἐλθὲ καλεύσης εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίηι,
- ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ, ἀντὶ δὲ παιδός ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.
VI 147 Καλλιμάχου
[Επεξεργασία]- Τὸ χρέος ὡς ἀπέχεις Ἀσκλήπιε, τὸ πρὸ γυναικός Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,
- γινώσκειν, ἤν δ᾽ ἆρα λάθηι καί † μιν ἀπαιτῆις, φησὶ παρέξεσθαι μαετυρίην ὁ πίναξ.
VI 148 Καλλιμάχου
[Επεξεργασία]- Τῶι με Κανωπίται Καλλίστιον εἴκοσι μύξαις πλούσιον ἁ Κριτίου λύχνον ἔθηκε θεῶι
- εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος: ἐς δ᾽ ἐμὰ φέγγη ἀθρήσας φάσεις 'Ἕσπερε πῶς ἔπεσες᾽.
VI 149 Καλλιμάχου
[Επεξεργασία]- Φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε γινώσκω) νίκης ἀννί με τῆς ἰδίης
- ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδηισι: πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.
VI 150 Καλλιμάχου
[Επεξεργασία]- Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίηι.
VI 301 Καλλιμάχου
[Επεξεργασία]- Τὴν ἁλίην Εὔδημος, ἀφ᾽ ἧς ἅλα λιτὸν ἐπέσθων χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,
- θῆκε θεοῖς Σαμόθρηιξι λέγων ὅτι τήνδε κατ᾽ εὐχήν, ὦ μεγάλοι, σωθεὶς ἐξ ἁλὸς ὧδ᾽ ἔθετο.
VI 310 Καλλιμάχου
[Επεξεργασία]- Εὐμαθίην ἠιτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου ταῖς Μούσαις: αἳ δὲ Γλαῦκος ὅκως ἔδοσαν
- ἀντ᾽ ὀλίγου μέγα δῶρον. ἐγὼ δ᾽ ἀνὰ τῆιδε κεχηνώς κεῖμαι τοῦ Σαμίου διπλόον ὁ τραγικός
- παιδαρίων Διόνυσος ἐπήκοος: οἳ δὲ λέγουσιν 'ἱερὸς ? πλόκαμος᾽ τοὐμὸν ὄνειαρ ἐμοί.
VI 311 Καλλιμάχου
[Επεξεργασία]- Τῆς Ἀγοράνακτός με λέγε ξένε κωμικὸν ὄντως ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου
- Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δ᾽ ὀπτῆι ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.
VI 347 Καλλιμάχου
[Επεξεργασία]- Ἄρτεμι τὶν τόδ᾽ ἄγαλμα Φιληρατὶς εἵσατο τῆιδε: ἀλλὰ σὺ μὲν δέξαι πότνια, τὴν δὲ σάω.
VI 351 Καλλιμάχου
[Επεξεργασία]- Τίν με λεοντάγχ᾽ ὦνα συοκτόνε φήγινον ὄζον θῆκε 'τίς᾽; Ἀρχῖνος 'ποῖος᾽; ὁ Κρής 'δέχομαι᾽.
VII 80 Καλλιμάχου
[Επεξεργασία]- Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν· ἐμνήσθην δ' ὁσσάκις ἀμφότεροι
- ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που, ξεῖν' Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή,
- αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων ἁρπακτὴς Ἀΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.
- Κάποιος μου είπε για το θάνατο σου, Ηράκλειτε και με οδήγησε σε δάκρυ, όταν θυμήθηκα πόσες φορές
- ο ήλιος έδυσε στην συνομιλία μας. Αλλά εσύ, Αλικαρνασσέα φίλε μου, είσαι στάχτη απο πολύ παλιά
- αλλά στα αηδόνια που ζούν, ο αρπακτής Αδης που κινεί τα πάντα δεν θα απλώσει χέρι.
VII 89 Καλλιμάχου
[Επεξεργασία]- Ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον:
- 'ἄττα γέρον, δοιός με καλεῖ γάμος: ἡ μία μὲν δή νύμφη καὶ πλούτωι καὶ γενεῆι κατ' ἐμέ,
- ἡ δ' ἑτέρη προβέβηκε: τί λώιον; εἰ δ' ἄγε σύμ μοι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.'
- εἶπεν: ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, ἠνίδε, κεῖνοί τοι πᾶν ἐρέουσιν ἔπος.'
- οἳ δ' ἄρ' ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι.
- 'κείνων ἔρχεο' φησὶ 'μετ' ἴχνια'. χὠ μὲν ἐπέστη πλησίον: οἳ δ' ἔλεγον: 'τὴν κατὰ σαυτὸν ἔλα'.
- ταῦτ' ἀίων ο ξεῖνος ἒφείσατο μείζονος οἴκου δράξασθαι παίδων κληδόνι συνθέμενος.
- τὴν δ' ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην, :οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.
VII 271 Καλλιμάχου
[Επεξεργασία]- Ὤφελε μηδ᾽ ἐγένοντο θοαὶ νέες• οὐ γὰρ ἂν ἡμεῖς παῖδα Διοκλείδεω Σώπολιν ἐστένομεν.
- Νῦν δ᾽ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δ᾽ ἐκείνου οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.
VII 272 Καλλιμάχου
[Επεξεργασία]- Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ᾽ ἐνὶ πόντῳ ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
- ἔμπορος Αἰγίνηθεν ὅτ᾽ ἔπλεε• χὠ μὲν ἐν ὑγρῇ νεκρός, ἐγὼ δ᾽ ἄλλως6 οὔνομα τύμβος ἔχων
- κηρύσσω πανάληθες ἔπος τόδε· „Φεῦγε θαλάσσῃ συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.“
VII 277 Καλλιμάχου
[Επεξεργασία]- Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρόν εὗρέ ς᾽ ἐπ᾽ αἰγιαλοῦ χῶσέ τε τῶιδε τάφωι
- δακρύσας ἐπίκηρον ἑὸν βίον: οὐδὲ γὰρ αὐτός ἥσυχον, αἰθυίηι δ᾽ ἶσα θαλασσοπορεῖ.
- Ποιός είσαι, ξένε ναυαγέ ; Ο Λεόντιχος σέ βρήκε στήν παραλία καί σ΄ έθαψε σ’ αυτόν εδώ τόν τάφο•
- δάκρυσε τήν αβέβαιη ζωή του σάν εσκέφτη, γιατί κι αυτός στίς θάλασσες πλανιέται σάν τούς γλάρους.
VII 317 Καλλιμάχου
[Επεξεργασία]—Τίμων, οὐ γὰρ ἔτ᾿ ἐσσί, τί τοι, σκότος ἢ φάος, ἐχθρόν;
- —Τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀΐδῃ.
- «Τίμων, τώρα πού πέθανες, τό φώς ή τό σκοτάδι ποθείς ;»
- «Τό φώς, τί πιό πολλοί είσαστε εδώ στόν Άδη».
- «Τίμων, τώρα πού πέθανες, τό φώς ή τό σκοτάδι ποθείς ;»
VII 318 Καλλιμάχου
[Επεξεργασία]- Μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε· ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν.
VII 415 Καλλιμάχου
[Επεξεργασία]- Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδήν εἰδότος, εὖ δ᾽ οἴνωι καίρια συγγελάσαι.
VII 447 Καλλιμάχου
[Επεξεργασία]- Σύντομος ἦν ὁ ξεῖνος, ὃ καὶ στίχος οὐ μακρὰ λέξων 'Θῆρις Ἀρισταίου Κρής᾽ ἐπ᾽ ἐμοὶ δολιχός.
VII 451 Καλλιμάχου
- Τῆιδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον κοιμᾶται: θνήισκειν μὴ λέγε τοὺς ἀγαθούς.
VII 453 Καλλιμάχου
[Επεξεργασία]- Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος ἐνθάδε τὴν πολλὴν ἐλπίδα Νικοτέλην.
- Τό δωδεκάχρονό του γιό εδώ έχει αποθέσει, τό Νικοτέλη ο Φίλιππος, τήν πιό μεγάλη ελπίδα.
VII 458 Καλλιμάχου
[Επεξεργασία]- Τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει
- καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι, ἡ γρῆυς μαστῶν ὡς ἀπέχει χάριτας.
VII 460 Καλλιμάχου
[Επεξεργασία]- Εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινόν ῥέζων οὔτ᾽ ἀδικέων οὐδένα. Γαῖα φίλη,
- Μικύλος εἴ τι πονηρὸν ἐπήινεσα, μήτε σὺ κούφη γίνεο μήθ᾽ ἵλεω δαίμονες οἵ μ᾽ ἔχετε.
- Πάντα η ζωή μου ταπεινή• δέν έβλαψα κανένα. Άν παίνεσα, εγώ ο Μίκυλος, ποτέ πράξη κακή,
- τότε τών χθόνιων θεών τήν εύνοια νά μήν έχω κι εσύ βαριά από πάνω μου νά είσαι, μάνα Γή.
VII 471 Καλλιμάχου
[Επεξεργασία]- Εἴπας «Ἥλιε χαῖρε» Κλεόμβροτος ὡμβρακιώτης ἥλατ' ἀφ' ὑψηλοῦ τείχεος εἰς Ἀΐδην,
- ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμ' ἀναλεξάμενος.
VII 517 Καλλιμάχου
[Επεξεργασία]- Ἠῶιοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δέ δυομένου Βασιλὼ κάτθανε παρθενική
- αὐτοχερί: ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα οὐκ ἔτλη. δίδυμον δ᾽ οἶκος ἐπεῖδε κακόν
- πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.
VII 518 Καλλιμάχου
[Επεξεργασία]- Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.
- Οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν ποιμένες, Ἀστακίδην δ᾽ αἰὲν ἀεισόμεθα.
VII 519 Καλλιμάχου
[Επεξεργασία]- Δαίμονα τίς δ᾽ εὖ οἶδε τὸν Αὔριον; ἁνίκα καὶ δέ Χάρμι τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις
- τᾶι ἑτέραι κλαύσαντες ἐθάπτομεν: οὐδὲν ἐκείνου εἶδε πατὴρ Διοφῶν χρῆμ᾽ ἀνιαρότερον.
- Τό τί τού μέλλεται αύριο ποιός ξέρει, αφού κι εσένα, Χάρμη, πού μαζί μας
- σέ είχαμεν ώς χτές, τήν άλλη μέρα μέ κλάματα σέ θάψαμε• κανένα
- ποτέ ο πατέρας σου ο Διοφώντας κακό τρομακτικότερο δέν είδε.
VII 520 Καλλιμάχου
[Επεξεργασία]- Ἡν δίζηι Τίμαρχον ἐν Ἄιδος, ὄφρα πύθηαι ἤ τι περὶ ψυχῆς ἢ πάλι πῶς ἔσεαι,
- δίζησθαι φυλῆς Πτολεμαίδος υἱέα πατρός Παυσανίου: δήεις δ᾽ αὐτὸν ἐν εὐσεβέων.
VII 521 Καλλιμάχου
[Επεξεργασία]- Κύζικον ἢν ἔλθηις, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν καὶ Διδύμην: ἀφανὴς οὔ τι γὰρ ἡ γενεή.
- καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι τοῦθ᾽, ὅτι τὸν κείνων ὧδ᾽ ἐπέχω Κριτίην.
VII 522 Καλλιμάχου
[Επεξεργασία]- 'Τιμονόη.' τίς δ᾽ ἐσσί; μὰ δαίμονας, οὔ ς᾽ ἂν ἐπέγνων, εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα
- στήληι καὶ Μήθυμνα, τεὴ πόλις. ἦ μέγα φημί χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.
VII 523 Καλλιμάχου
[Επεξεργασία]- Οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος, ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.
VII 524 Καλλιμάχου
[Επεξεργασία]- ῏Η ῥ᾽ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; – «Εἰ τὸν Ἀρίμμα τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπ᾽ ἐμοί.» –
- Ὦ Χαρίδα, τί τὰ νέρθε; – «Πολὺ σκότος.» – Αἱ δ᾽ ἄνοδοι τί;– «Ψεῦδος.» –Ὁ δὲ Πλούτων; – «Μῦθος.» –Ἀπωλόμεθα. –
- «Οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός• εἰ δὲ τὸν ἡδύν βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀΐδῃ.»
VII 525 Καλλιμάχου
[Επεξεργασία]- Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.
- Εἰδείης δ᾽ ἄμφω κεν• ὁ μέν κοτε πατρίδος ὅπλων ἦρξεν, ὁ δ᾽ ἤεισεν κρέσσονα βασκανίης.
- Οὐ νέμεσις• Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας μη λοξῷ πολιοὺς οὐκ ἀπέθεντο φίλους.
VII 725 Καλλιμάχου
[Επεξεργασία]- Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκ ἐπὶ πουλύ ἦσθα: τί δέ, ξείνων λῶιστε, κατειργάσατο;
- ἦ ῥα τὸ καὶ Κένταυρον; 'ὅ μοι πεπρωμένος ὕπνος ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν᾽.
VII 728 Καλλιμάχου
[Επεξεργασία]- Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων, ὦνερ, καὶ μετέπειτα Δινδυμήνης
- ἡ γρῆυς γενόμην, ἡ νῦν κόνις, ἡ Νο . . . . . πολλῶν προστασίη νέων γυναικῶν.
- καί μοι τέχν᾽ ἐγένοντο δύ᾽ ἄρσενα, κἠπέμυς᾽ ἐκείνων εὐγήρως ἐνὶ χερσίν: ἕρπε χαίρων.
ΙΧ 336 Καλλιμάχου
[Επεξεργασία]- Ήρως Αἰετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω ἵδρυμαι μικρῶι μικρὸς ἐπὶ προθύρωι
- λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος: ἀνδρὶ ιπειωι θυμωθεὶς πεζὸν κἀμὲ παρωικίσατο.
ΙΧ 507 Καλλιμάχου
[Επεξεργασία]- Ἡσιόδου τό τ᾽ ἄεισμα καὶ ὁ τρόπος• οὐ τὸν ἀοιδῶν ἔσχατον, ἀλλ᾽ ὀκνέω μὴ τὸ μελιχρότατον
- τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο• χαίρετε λεπταί ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.
ΙΧ 565 Καλλιμάχου
[Επεξεργασία]- Ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δ᾽ ἐπὶ κισσόν τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει
- ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρόν φθέγξονται, κείνου δ᾽ Ἑλλὰς ἀεὶ σοφίην.
ΙΧ 566 Καλλιμάχου
[Επεξεργασία]- Μικρή τις Διόνυσε καλὰ πρήσσοντι ποιητῆι ῥῆσις: ὃ μὲν «νικῶ» φησὶ τὸ μακρότατον,
- ὧι δὲ σὺ μὴ πνεύσηις ἐπιδέξιος, ἤν τις ἔρηται «πῶς ἔβαλες»; φησί «σκληρὰ τὰ γιγνόμενα».
- τῶι μερμηρίξαντι τὰ μη ένδικα τοῦτο γένοιτο τοὖπος: ἐμοὶ δ᾽, ὦναξ, ἡ βραχυσυλλαβί
XI 362 Καλλιμάχου
[Επεξεργασία]- Εὐδαίμων ὅτι τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας, λευκαρετανμαν οὐκ ἐμάνη μανίαν
- οὐδ᾽ ἔλαβ᾽ ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει τὸν φίλον, ἀλλαιχ᾽ ἓν δρᾶμ᾽ ἐδίδαξε μόνον:
- ἦ τάχα και τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας — κἠγὼ τὼς πολλὼς οὐκέτ᾽ ἔχω Πυλάδας.
ΧII 43 Καλλιμάχου
[Επεξεργασία]- Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳ χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει.
- Μισῶ καὶ περίφοιτον ἐρώμενον, οὐδ᾽ ἀπὸ κρήνης πίνω• σικχαίνω πάντα τὰ δημόσια.
- Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός – ἀλλὰ πρὶν εἰπεῖν τοῦτο σαφῶς, Ἠχώ φησί τις· «Ἄλλος ἔχει.»
ΧII 51 Καλλιμάχου
[Επεξεργασία]- Ἔγχει καὶ πάλιν εἰπὲ 'Διοκλέος᾽. οὐδ᾽ Ἀχελῶιος κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.
- καλὸς ὁ παῖς Ἀχελῶιε λίην καλός, εἰ δέ τις οὐχί φησίν — ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.
ΧII 71 Καλλιμάχου
[Επεξεργασία]- Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξύν ἥλιον, οὐκ ἔγνων: σχέτλιε ποῦ γέγονας;
- ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες: ἦ ῥά σε δαίμων οὑμὸς ἔχει, χαλεπῆι δ᾽ ἤντεο θευμορίηι;
- ἔγνω?: Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθών τὸν καλόν, ὦ μοχθήρ᾽, ἔβλεπες ἀμφοτέροις.
ΧII 73 Καλλιμάχου
[Επεξεργασία]- Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ᾽ οὐκ οἶδ᾽ εἴτ᾽ Ἔρος εἴτ᾽ Ἀίδης ἥρπασε, πλὴν ἀφανές.
- ἦ ῥά τιν᾽ ἐς παίδων πάλιν ὤιχετο; καὶ μὲν ἀπεῖπον πολλάκι 'τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι᾽.
- +ουκισυ δίφησον: ἐκεῖσε γὰρ ἡ λιθόλευστος κείνη καὶ δύσερως οἶδ᾽ ὅτι που στρέφεται.
ΧII 102 Καλλιμάχου
[Επεξεργασία]- Ὡγρευτὴς Ἐπίκυδες ἐν οὔρεσι πάντα λαγωόν διφᾶι καὶ πάσης ἴχνια δορκαλίδος
- στείβηι καὶ νιφετῶι κεχαρημένος, ἢν δέ τις εἴπηι 'τῆ, τόδε βέβληται θηρίον᾽ οὐκ ἔλαβεν.
- χοὐμὸς ἔρως τοιόσδε: τὰ γὰρ φεύγοντα διώκειν οἶδε, τὰ δ᾽ ἐν μέσσωι κείμενα παρπέτεται.
ΧII 102 Καλλιμάχου
[Επεξεργασία]- Ὡγρευτὴς Ἐπίκυδες ἐν οὔρεσι πάντα λαγωόν διφᾶι καὶ πάσης ἴχνια δορκαλίδος
- στείβηι καὶ νιφετῶι κεχαρημένος, ἢν δέ τις εἴπηι 'τῆ, τόδε βέβληται θηρίον᾽ οὐκ ἔλαβεν.
- χοὐμὸς ἔρως τοιόσδε: τὰ γὰρ φεύγοντα διώκειν οἶδε, τὰ δ᾽ ἐν μέσσωι κείμενα παρπέτεται.
ΧII 118 Καλλιμάχου
[Επεξεργασία]- Εἰ μὲν ἑκὼν Ἀρχῖν᾽ ἐπεκώμασα, μυρία μέμφου, εἰ δ᾽ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
- Ακρητος καὶ Ἔρως μ᾽ ἠνάγκασαν, ὧν ὃ μὲν αὐτῶν εἷλκεν, ὃ δ᾽ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
- ἐλθὼν δ᾽ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ᾽ ἐφίλησα τὴν φλιήν: εἰ τοῦτ᾽ ἔστ᾽ ἀδίκημ᾽, ἀδικέω.
ΧII 134 Καλλιμάχου
[Επεξεργασία]- Έλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν: ὡς ἀνιηρόν πνεῦμα διὰ στηθέων,εἶδες; ἀνηγάγετο,
- τὸ τρίτον ἡνίκ᾽ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα τὠνδρὸς ἀπὸ στεφάνων πάντ᾽ ἐγένοντο χαμαί:
- ὤπτηται μέγα δή τι: μὰ δαίμονας οὐκ ἀπὸ ῥυσμοῦ εἰκάζω, φωρὸς δ᾽ ἴχνια φὼρ ἔμαθον.
ΧII 139 Καλλιμάχου
[Επεξεργασία]- Ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτηι ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῆι σποδίηι:
- οὐ θαρσέω: μὴ δή με περίπλεκε. πολλάκι λήθει τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός:
- τῶι καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδύς οὗτος † ὁσειγαρνης εἰς τὸν ἔρωτα βάληι.
ΧII 148 Καλλιμάχου
[Επεξεργασία]- Οἶδ᾽ ὅτι μου πλούτου κενεαὶ χέρες, ἀλλὰ Μένιππε μὴ λέγε πρὸς Χαρίτων τοὐμὸν ὄνειρον ἐμοί.
- ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων: ναὶ φίλε, τῶν παρὰ σοῦ τοῦτ᾽ ἀνεραστότατον.
ΧII 149 Καλλιμάχου
[Επεξεργασία]- 'Ληφθήσει, περίφευγε Μενέκρατες᾽ εἶπα Πανήμου εἰκάδι, καὶ Λώιου τῆι τίνι; τῆι δεκάτηι
- ἦλθεν ὁ βοῦς ὑπ᾽ ἄροτρον ἑκούσιος. εὖ γ᾽, ἐμὸς Ἑρμῆς, εὖ γ᾽, ἐμός: οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.
ΧII 150 Καλλιμάχου
[Επεξεργασία]- Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδάν τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ.
- Αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε· ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
- Τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρά τὠγαθόν• ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
- ἔσθ᾽ ἁμὶν †χ᾽ακαστας ἀφειδέα ποττὸν Ἔρωτα τοῦτ᾽ εἶπαι· „Κείρευ τὰ πτερά, παιδάριον,
- οὐδ᾽ ὅσον ἀττάραγόν τυ δεδοίκαμες.“ Αἱ γὰρ ἐπῳδαί οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.
ΧII 230 Καλλιμάχου
[Επεξεργασία]- Τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμ᾽ ἔχθει, τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις:
- ναιχὶ πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ: καὶ σύ ποτ᾽ ἠράσθης — οὐκέτι μακρὰ λέγω.
ΧIIΙ 7 Καλλιμάχου
[Επεξεργασία]- Ὁ Λύκτιος Μενοίτας τὰ τόξα ταῦτ᾽ ἐπειπών
- ἔθηκε' Τῆ, κέρας τοι δίδωμι καὶ φαρέτρην
- Σάραπι: τοὺς δ᾽ ὀϊστούς ἔχουσιν 'Εσπερῖται.
ΧIIΙ 24 Καλλιμάχου
[Επεξεργασία]- Τὰ δῶρα τη 'φροδίτηι Σιμώνη περίφοιτος, εἰκόν᾽ αὑτῆς,
- ἔθηκε, τήν τε μίτρην ἡ μαστοὺς ἐφίλησε, τόν τε Πάνα
- καὶ τοὺς δ' αντ' εστορῆς, μάκαιρα θύρσους.
ΧIIΙ 25 Καλλιμάχου
[Επεξεργασία]- Δήμητρι τῆι Πυλαίηι, τῆι τοῦτον οὑκ Πελασγῶν Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθ᾽ ὁ Ναυκρατίτης
- καὶ τῆι κάτω θυγατρί τὰ δῶρα Τιμόδημος εἵσατο τῶν κερδέων δεκατεύματα: καὶ γὰρ εὔξαθ᾽ οὕτως.