Παλατινή Ανθολογία/VII/80 Καλλιμάχου

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
AP VII 80 Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν·
Συγγραφέας: Καλλίμαχος
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν·, Καλλιμάχου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 80 (AP VII 80)


VII 80 Καλλιμάχου[Επεξεργασία]

Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν· ἐμνήσθην δ' ὁσσάκις ἀμφότεροι
ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που, ξεῖν' Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή,
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων ἁρπακτὴς Ἀΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.