Μετάβαση στο περιεχόμενο

Συγγραφέας:Αρχίας ο Μυτιληναίος

Από Βικιθήκη
Συγγραφείς: Αρχίας ο Μυτιληναίος
Δείτε επίσης βιογραφία.


Επιγράμματα στην Παλατινή Ανθολογία

VII 696 Αρχίου Μυτιληναίου

[Επεξεργασία]
Αἰωρῇ ϑήρειον ἱμασσόμενος δέμας αὔραις, τλᾶμον, ἀορτηϑεὶς ἐκ λασίας πίτυος,
αἰωρῇ· Φοίβῳ γὰρ ἀνάρσιον εἰς ἔριν ἔστης πρῶνα Κελαινίτην ναιετάων, Σάτυρε.
σεῦ δὲ βοὰν αὐλοῖο μελίβρομον οὐκέτι Νύμφαι, ὡς πάρος, ἐν Φρυγίοις οὔρεσι πευσόμεϑα.

IX 19 Αρχίου Μυτιληναίου

[Επεξεργασία]
῾Ο πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων, ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καϑαψάμενος,
ὃν Φοίβου χρησμῳδὸς ἀέϑλιον ἔστεφε Πυϑώ,ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον,
καὶ Νεμέη, βλοσυροῖο τιϑηνήτειρα λέοντος, Πῖσά τε καὶ δοιὰς ᾐόνας ᾿Ισϑμὸς ἔχων,
νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἷα χαλινῷ, καρπὸν ἀλεῖ Δηοῦς ὀκριόεντι λίϑῳ,
ἴσαν μοῖραν ἔχων ῾Ηρακλέι· καὶ γὰρ ἐκεῖνος τόσσ' ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο.
῾Ο πρὶν ἐπ' ᾿Αλφειῷ στεφανηφόρος, ὦνερ, ὁ τὸ πρὶν δισσάκι κηρυχϑεὶς Κασταλίης παρ' ὕδωρ,
ὁ πρὶν ἐγὼ Νεμέῃ βεβοημένος, ὁ πρὶν ἐπ' ᾿Ισϑμῷ πῶλος, ὁ πρὶν πτηνοῖς ἶσα δραμὼν ἀνέμοις,
νῦν ὅτε γηραιός, γυροδρόμον, ἠνίδε, πέτρον δινεύω, στεφέων ὕβρις, ἐλαυνόμενος.

IX 111 Αρχίου Μυτιληναίου

[Επεξεργασία]
Θρήικας αἰνείτω τις, ὅτι στοναχεῦσι μὲν υἷας μητέρος ἐκ κόλπων πρὸς φάος ἐρχομένους,
ἔμπαλι δ' ὀλβίζουσιν, ὅσους αἰῶνα λιπόντας ἀπροϊδὴς Κηρῶν λάτρις ἔμαρψε Μόρος.
οἱ μὲν γὰρ ζώοντες ἀεὶ παντοῖα περῶσιν ἐς κακά, τοὶ δὲ κακῶν εὗρον ἄκος φϑίμενοι.
Καλά κάνουν οι Θράκες καί θρηνούνε τούς γιούς τους, όταν έρχονται στόν κόσμο,
καί μακαρίζουν όσους τούς αρπάζει ο υπηρέτης τών Κηρών,ο Χάρος.
Τους ζωντανούς κάθε κακό τούς βρίσκει, μά όσοι πεθαίνουν βρίσκουν τη γιατρειά τους.

IX 339 Αρχίου Μυτιληναίου

[Επεξεργασία]
῎Εν ποτε παμφαίνοντι μέλαν πτερὸν αἰϑέρι νωμῶν σκορπίον ἐκ γαίης εἶδε ϑορόντα κόραξ,
ὃν μάρψων ὤρουσεν· ὁ δ' ἀίξαντος ἐπ' οὖδας οὐ βραδὺς εὐκέντρῳ πέζαν ἔτυψε βέλει
καὶ ζωῆς μιν ἄμερσεν. ἴδ', ὡς, ὃν ἔτευχεν ἐπ' ἄλλῳ, ἐκ κείνου τλήμων αὐτὸς ἔδεκτο μόρον.