Παλατινή Ανθολογία/IX/19 Αρχίου Μυτιληναίου

Από Βικιθήκη
AP IX 19 Ο πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο)
Ο πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων, Αρχία Μυτιληναίου, Παλατινή Ανθολογία, Βιβλίο 9o, 19 (AP IX 19)


IX 19 Αρχίου Μυτιληναίου[Επεξεργασία]

῾Ο πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων, ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καϑαψάμενος,
ὃν Φοίβου χρησμῳδὸς ἀέϑλιον ἔστεφε Πυϑώ,ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον,
καὶ Νεμέη, βλοσυροῖο τιϑηνήτειρα λέοντος, Πῖσά τε καὶ δοιὰς ᾐόνας ᾿Ισϑμὸς ἔχων,
νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἷα χαλινῷ, καρπὸν ἀλεῖ Δηοῦς ὀκριόεντι λίϑῳ,
ἴσαν μοῖραν ἔχων ῾Ηρακλέι· καὶ γὰρ ἐκεῖνος τόσσ' ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο.
῾Ο πρὶν ἐπ' ᾿Αλφειῷ στεφανηφόρος, ὦνερ, ὁ τὸ πρὶν δισσάκι κηρυχϑεὶς Κασταλίης παρ' ὕδωρ,
ὁ πρὶν ἐγὼ Νεμέῃ βεβοημένος, ὁ πρὶν ἐπ' ᾿Ισϑμῷ πῶλος, ὁ πρὶν πτηνοῖς ἶσα δραμὼν ἀνέμοις,
νῦν ὅτε γηραιός, γυροδρόμον, ἠνίδε, πέτρον δινεύω, στεφέων ὕβρις, ἐλαυνόμενος.