Συγγραφέας:Ανύτη
Εμφάνιση
←Συγγραφείς: | Ανύτη (ήκμασε στις αρχές του 3ου αιώνα π.Χ.) |
Η Ανύτη ήταν αρχαία Ελληνίδα ποιήτρια και επιγραμματοποιός από την Τεγέα, το κυρίως έργο της οποίας τοποθετείται λίγο μετά το 300 π.Χ.. Η Ανύτη έγραψε στη δωρική διάλεκτο.
|
- 1. Επιγράμματα από την Παλατινή Ανθολογία (συντομογραφία AP) και την Ανθολογία του Πλανούδη (συντομογραφία A.Pl.)
- VI 123 Έσταθι τάδε, κράνεια βροτοκτόνε
- VI 153 Βουχανδής ο λέβης· ο δε θείς Εριασπίδα υιός
- VI 312 Ηνία δή τοι παίδες ενί, τράγε, φοινικόεντα
- VII 190 Ακρίδι, τά κατ’ άρουραν αηδόνι και δακρυοκοίτα
- VII 202 Ουκέτι μ' ως τό πάρος πυκιναίς πτερύγεσσιν ερέσσων
- VII 208 Μνάμα τόδε φθιμένου μενεδαΐου είσατο Δάμις
- VII 215 Ουκέτι δή πλωτοίσιν αγαλλόμενος πελάγεσιν
- VII 486 Πολλάκι τώδ’ ολοφυδνά κόρας επί σάματι Κλείνα
- VII 490 Παρθένον’ Αντιβίαν καταδύρομαι, άς επί πολλοί
- VII 492 Ωιχόμεθ’, ω Μίλητε, φίλη πατρί
- VII 538 Μάνης ούτος ανήρ ήν ζών ποτέ
- VII 646 Λοίσθια δη τάδε πατρί φίλω περί χείρε βαλούσα
- VII 649 Αντί τοι ευλεχέος θαλάμου σεμνών
- VII 724 Ήρα μένος ε, Πρόαρχ’, όλεσ’ εν δαΐ
- IX 144 Κύπριδος οὗτος ὁ χῶρος
- IX 313 Ίζευ άπας υπό καλά δάφνας ευθαλέα φύλλα
- IX 314 Ερμάς τάδ’ έστακα παρ’ όρχατον ηνεμόεντα
- IX 745 Θάεο τὸν Βρομίου κεραὸν τράγον
- XVI 228 Ξείν’, υπό ταν πέτραν τετρυμένα γυί’ ανάπαυσον
- XVI 231 Τίπτε κατ᾽ οἰόβατον, Πὰν ἀγρότα
- XVI 291 Φριξοκόμα τόδε Πανί καί αυλίασι θέτο Νύμφαις
- 2. Επίγραμμα που βρίσκεται στο Ονομαστικόν του Ιούλιου Πολυδεύκη
VI 123 Ανύτης
[Επεξεργασία]- Ἕσταθι τᾷδε, κράνεια βροτοκτόνε,
- μηδ' ἔτι λυγρὸν χάλκεον ἀμφ' ὄνυχα
- στάζε φόνων δαΐων, ἀλλ' ἀνὰ
- μαρμαρέον δόμον ἡμένα αἰπὺν Ἀθάνας, ἄγγέλ' ἀνορέαν
- Κρητὸς Ἐχεκρατίδα
VI 153 Ανύτης
[Επεξεργασία]- Βουχανδὴς ἡ λέβης· ὁ δὲ θεὶς Ἐριασπίδα υἱός Κλεύβοτος· ἁ πάτρα δ’ εὐρύχορος Τεγέα·
- Ταθάνᾳ δὲ τὸ δῶρον· Ἀριστοτέλης δ’ ἐπόησεν Κλειτόριος, γενέτᾳ ταὐτὸ λαχὼν ὄνομα.
VI 312 Ανύτης
[Επεξεργασία]- Ἡνία δή τοι παῖδες ἐνί, τράγε, φοινικόεντα θέντες καὶ λασίῳ φιμὰ περὶ στόματι
- ἵππια παιδεύουσι θεοῦ περὶ ναὸν ἄεθλα, ὄφρ' αὐτοὺς φορέῃς ἤπια τερπομένους.
VII 190 Ανύτης οι δε Λεωνίδου
[Επεξεργασία]- Ἀκρίδι, τᾷ κατ' ἄρουραν ἀηδόνι, καὶ δρυοκοίτᾳ τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρώ,
- παρθένιον στάξασα κόρα δάκρυ· δισσὰ γὰρ αὐτᾶς παίγνι' ὁ δυσπειθὴς ᾤχετ' ἔχων Ἀίδας.
VII 202 Ανύτης
[Επεξεργασία]- Οὐκέτι μ' ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσων ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος·
- ἦ γάρ σ' ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼν ἔκτεινεν λαιμῷ ῥίμφα καθεὶς ὄνυχα.
VII 208 Ανύτης
[Επεξεργασία]- Μνᾶμα τόδε φθιμένου μενεδαΐου εἵσατο Δᾶμις ἵππου, ἐπεὶ στέρνον τοῦδε δαφοινὸς Ἄρης
- τύψε· μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτὸς ζέσσ', ἐπὶ δ' ἀργαλέᾳ βῶλον ἔδευσε φονᾷ.
VII 215 Ανύτης
[Επεξεργασία]- Οὐκέτι δὴ πλωτοῖσιν ἀγαλλόμενος πελάγεσσιν αὐχέν' ἀναρρίψω βυσσόθεν ὀρνύμενος,
- οὐδὲ παρ' εὐσκάλμοιο νεὼς περικαλλέα χείλη ποιφυξῶ τἀμᾷ τερπόμενος προτομᾷ·
- ἀλλά με πορφυρέα πόντου νοτὶς ὦσ' ἐπὶ χέρσον, κεῖμαι δὲ † ῥαδινὰν τάνδε παρ' ἠιόνα.
VII 486 Ανύτης
[Επεξεργασία]- Πολλάκι τῷδ' ὀλοφυδνὰ κόρας ἐπὶ σάματι Κλεινὼ μάτηρ ὠκύμορον παῖδ' ἐβόασε φίλαν,
- ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἃ πρὸ γάμοιο χλωρὸν ὑπὲρ ποταμοῦ χεῦμ' Ἀχέροντος ἔβα.
VII 490 Ανύτης
[Επεξεργασία]- Παρθένον Ἀντιβίαν κατοδύρομαι, ἇς ἐπὶ πολλοὶ νυμφίοι ἱέμενοι πατρὸς ἵκοντο δόμον,
- κάλλευς καὶ πινυτᾶτος ἀνὰ κλέος· ἀλλ' ἐπιπάντων ἐλπίδας οὐλομένα Μοῖρ' ἐκύλισε πρόσω.
VII 492 Ανύτης
[Επεξεργασία]- Οἰχόμεθ', ὦ Μίλητε, φίλη πατρί, τῶν ἀθεμίστων τὰν ἄνομον Γαλατᾶν ὕβριν ἀναινόμεναι,
- παρθενικαὶ τρισσαὶ πολιήτιδες, ἃς ὁ βιατὰς Κελτῶν εἰς ταύτην μοῖραν ἔτρεψεν Ἄρης.
- οὐ γὰρ ἐμείναμεν αἷμα τὸ δυσσεβὲς οὐδ' Ὑμέναιον, νυμφίον ἀλλ' Ἀίδην κηδεμόν' εὑρόμεθα.
VII 538 Ανύτης
[Επεξεργασία]- Μάνης οὗτος ἀνὴρ ἦν ζῶν ποτε· νῦν δὲ τεθνηκὼς ἶσον Δαρείῳ τῷ μεγάλῳ δύναται.
- Σαν ζούσε αυτός ο άνθρωπος ήτανε σκλάβος• τώρα που πέθανε ίσος έγινε με το Δαρείο το Μέγα.
VII 646 Ανύτης
[Επεξεργασία]- Λοίσθια δὴ τάδε πατρὶ φίλῳ περὶ χεῖρε βαλοῦσα εἶπ' Ἐρατὼ χλωροῖς δάκρυσι λειβομένα·
- «Ὦ πάτερ, οὔ τοι ἔτ' εἰμί, μέλας δ' ἐμὸν ὄμμα καλύπτει ἤδη ἀποφθιμένης κυάνεον θάνατος.».
VII 649 Ανύτης
[Επεξεργασία]- Ἀντί τοι εὐλεχέος θαλάμου σεμνῶν θ' ὑμεναίων μάτηρ στῆσε τάφῳ τῷδ' ἐπὶ μαρμαρίνῳ
- παρθενικὰν μέτρον τε τεὸν καὶ κάλλος ἔχοισαν, Θερσί· ποτιφθεγκτὰ δ' ἔπλεο καὶ φθιμένα.
VII 724 Ανύτης
[Επεξεργασία]- Ἥβᾳ μέν σε, Πρόαρχ', ἔνεσαν, πάι, δῶμά τε πατρὸς Φειδία ἐν δνοφερῷ πένθει ἔθου φθίμενος·
- ἀλλὰ καλόν τοι ὕπερθεν ἔπος τόδε πέτρος ἀείδει, ὡς ἔθανες πρὸ φίλας μαρνάμενος πατρίδος.
IX 144 Ανύτης
[Επεξεργασία]- Κύπριδος οὗτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήνᾳ σἰὲν ἀπ᾽ ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος,
- ὄφρα φίλον ναύτῃσι τελῇ πλόον· ἀμφὶ δὲ πόντος δειμαίνει λιπαρὸν δερκόμενος ξόανον.
IX 313 Ανύτης
[Επεξεργασία]- Ἵζευ τᾶσδ' ὑπὸ καλὰ δάφνας εὐθαλέα φύλλα, ὡραίου τ' ἄρυσαι νάματος ἁδὺ πόμα,
- ὄφρα τοι ἀσθμαίνοντα πόνοις θέρεος φίλα γυῖα ἀμπαύσῃς πνοιᾷ τυπτόμενα Ζεφύρου.
IX 314 Ανύτης
[Επεξεργασία]- Ἑρμᾶς τᾷδ' ἕστακα παρ' ὄρχατον ἠνεμόεντα ἐν τριόδοις πολιᾶς ἐγγύθεν ἀιόνος,
- ἀνδράσι κεκμηῶσιν ἔχων ἄμπαυσιν ὁδοῖο· ψυχρὸν δ' ἀχραὲς κράνα ὑποπροχέει.
ΙΧ 745 Ανύτης
[Επεξεργασία]- Θάεο τὸν Βρομίου κεραὸν τράγον, ὡς ἀγερώχως
- ὄμμα κατὰ λασιᾶν γαῦρον ἔχει γενύων
- κυδιόων, ὅτι οἱ θάμ’ ἐν οὔρεσιν ἀμφὶ παρῆιδα
- βόστρυχον εἰς ῥοδέαν Ναὶς ἔδεκτο χέρα.
μετάφραση: Στέφανος (Σίμος Μενάρδος)/Του Βάκχου δες περήφανο τον ταύρο τον προκέρα, Ανύτης
XVI 228 Ανύτης
[Επεξεργασία]- Ξεῖν', ὑπὸ τὰν πτελέαν τετρυμένα γυῖ' ἀνάπαυσον· ἁδύ τοι ἐν χλωροῖς πνεῦμα θροεῖ πετάλοις·
- πίδακά τ' ἐκ παγᾶς ψυχρὰν πίε· δὴ γὰρ ὁδίταις ἄμπαυμ' ἐν θερινῷ καύματι τοῦτο φίλον.
XVI 231 Ανύτης
[Επεξεργασία]- Τίπτε κατ᾽ οἰόβατον, Πὰν ἀγρότα, δάσκιον ὕλαν ἥμενος ἁδυβόαι τῷδε κρέκεις δόνακι;
- ὄφρα μοι ἑρσήεντα κατ᾽ οὔρεα ταῦτα νέμοιντο πόρτιες ἠυκόμων δρεπτόμεναι σταχύων.
XVI 291 Ανύτης
[Επεξεργασία]- Φριξοκόμᾳ τόδε Πανὶ καὶ αὐλιάσιν θέτο Νύμφαις δῶρον ὑπὸ σκοπιᾶς Θεύδοτος οἰονόμος·
- οὕνεχ' ὑπ' ἀζαλέου θέρεος μέγα κεκμηῶτα παῦσαν ὀρέξασαι χερσὶ μελιχρὸν ὕδωρ.
- 2. Επίγραμμα που βρίσκεται στο Ονομαστικόν του Ιούλιου Πολυδεύκη (συντομογραφία Pollux)
Ονομαστικόν V 48 Ανύτης
[Επεξεργασία]- Ὤλεο δήποτε, Μαῖρα, πολύρριζον παρὰ θάμνον,
- Λόκρι, φιλοφθόγγων ὠκυτάτη σκυλάκων,
- τοῖον ἐλαφρίζοντι τεῷ ἐγκάτθετο κώλῳ
- ἰὸν ἀμείλικτον ποικιλόδειρος ἔχις.
Εξωτερικοί σύνδεσμοι
[Επεξεργασία]
|