Σελίδα:Xenophon V. Opuscula (1920).pdf/224

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
x
ΞΕΝΟΦΩΝΤΟΣ

λασίοις τῆς ὕλης κλάσματα· ὅπου δ’ ἂν δένδρα ᾖ, πληγαὶ τῶν ὀδόντων. 6 ἡ δὲ κύων ἐπὶ τὸ πολὺ ἀφίξεται ⟨ἐπὶ⟩ τόπον ὑλώδη ἰχνεύουσα. κατακλίνεται γὰρ τὸ θηρίον ὡς ἐπὶ τὸ πολὺ εἰς τοιαῦτα· τοῦ μὲν γὰρ χειμῶνός ἐστιν ἀλεεινά, τοῦ δὲ θέρους ψυχεινά. ἐπειδὰν δ’ ἀφίκηται ἐπὶ τὴν εὐνήν, ὑλακτεῖ· 7 ὁ δ’ οὐκ ἀνίσταται ὡς τὰ πολλά. λαβόντα οὖν τὴν κύνα καὶ ταύτην μετὰ τῶν ἄλλων δῆσαι ἄπωθεν ἀπὸ τῆς εὐνῆς πολὺ καὶ εἰς τοὺς ὅρμους ἐμβαλέσθαι τὰς ἄρκυς, ἐπιβάλλοντα τοὺς βρόχους ἐπὶ ἀποσχαλιδώματα τῆς ὕλης δίκρα τῆς δὲ ἄρκυος αὐτῆς μακρὸν προήκοντα κόλπον ποιεῖν, ἀντηρίδας ἔνδοθεν ἑκατέρωθεν ὑφιστάντα κλῶνας, ὅπως ἂν εἰς τὸν κόλπον διὰ τῶν βρόχων αἱ αὐγαὶ τοῦ φέγγους ὡς μάλιστα ἐνέχωσιν, ἵνα προσθέοντι ὡς φανότατον ᾖ τὸ ἔσω· καὶ τὸν περίδρομον ἐξάπτειν ἀπὸ δένδρου ἰσχυροῦ, καὶ μὴ ἐκ ῥάχου· οὐκ ἰσχυραὶ γὰρ ἐν τοῖς ψιλοῖς αἱ ῥᾶχοι. ὑπὲρ δὲ ἑκάστην ἐμφράττειν τῇ ὕλῃ καὶ τὰ δύσορμα, ἵνα εἰς τὰς ἄρκυς ποιῆται τὸν δρόμον καὶ μὴ ἐξαλλάττῃ. 8 ἐπειδὰν δ’ ἑστῶσιν, ἐλθόντας πρὸς τὰς κύνας λῦσαι ἁπάσας καὶ λαβόντας τὰ ἀκόντια καὶ τὰ προβόλια προιέναι. ἐγκελεύειν δὲ ταῖς κυσὶν ἕνα τὸν ἐμπειρότατον, τοὺς δ’ ἄλλους ἕπεσθαι κοσμίως ἀπολείποντας ἀπ’ ἀλλήλων πολύ, ὅπως ἂν ᾖ αὐτῷ ἱκανὴ διαδρομή· ἐὰν γὰρ ὑποχωρῶν ἐμπέσῃ εἰς πυκνούς, κίνδυνος πληγῆναι· ᾧ γὰρ ἂν προσπέσῃ, εἰς τοῦτον τὴν ὀργὴν κατέθετο. 9 ἐπειδὰν δ’ αἱ κύνες ἐγγὺς ὦσι τῆς εὐνῆς, ἐπεισίασι· θορυβούμενος δὲ ἐξαναστήσεται, καὶ ἥτις ἂν τῶν