Σελίδα:Xenophon V. Opuscula (1920).pdf/223

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
x
ΚΥΝΗΓΕΤΙΚΟΣ

Κρητικάς, Λοκρίδας, Λακαίνας, ἄρκυς, ἀκόντια, προβόλια, ποδοστράβας. πρῶτον μὲν οὖν χρὴ εἶναι τὰς κύνας ἑκάστου γένους μὴ τὰς ἐπιτυχούσας, ἵνα ἕτοιμαι ὦσι πολεμεῖν τῷ θηρίῳ. 2 αἱ δὲ ἄρκυς λίνων μὲν τῶν αὐτῶν ὧνπερ αἱ τῶν λαγῶν, ⟨ἔστωσαν δὲ⟩ πεντεκαιτετταρακοντάλινοι ἐκ τριῶν τόνων, ἕκαστος δὲ τόνος ἐκ πεντεκαίδεκα λίνων, ἀπὸ δὲ τοῦ κορυφαίου τὸ μέγεθος δεχάμματοι, τὸ δὲ βάθος τῶν βρόχων πυγόνος· οἱ δὲ περίδρομοι ἡμιόλιοι τοῦ τῶν ἀρκύων πάχους· ἐπ’ ἄκροις δὲ δακτυλίους ἐχέτωσαν, ὑφείσθωσαν δ’ ὑπὸ τοὺς βρόχους, τὸ δὲ ἄκρον αὐτῶν ἐκπεράτω ἔξω διὰ τῶν δακτυλίων· ἱκανὰ δὲ πεντεκαίδεκα. 3 τὰ δ’ ἀκόντια ἔστω παντοδαπά, ἔχοντα τὰς λόγχας εὐπλατεῖς καὶ ξυρήκεις, ῥάβδους δὲ στιφράς. τὰ δὲ προβόλια πρῶτον μὲν λόγχας ἔχοντα τὸ μὲν μέγεθος πεντεπαλάστους, κατὰ δὲ μέσον τὸν αὐλὸν κνώδοντας ἀποκεχαλκευμένους, στιφρούς, καὶ τὰς ῥάβδους κρανείας δορατοπαχεῖς. αἱ δὲ ποδοστράβαι ὅμοιαι ταῖς τῶν ἐλάφων. συγκυνηγέται δ’ ἔστωσαν· τὸ γὰρ θηρίον μόλις καὶ ὑπὸ πολλῶν ἁλίσκεται. ὅπως δὲ δεῖ τούτων ἑκάστῳ πρὸς θήραν χρῆσθαι διδάξω. 4 πρῶτον μὲν οὖν χρὴ ἐλθόντας ὅπου ἂν οἴωνται [εἶναι] ὑπάγειν τὸ κυνηγέσιον, λύσαντας μίαν τῶν κυνῶν τῶν Λακαινῶν, τὰς δ’ ἄλλας ἔχοντας δεδεμένας, συμπεριιέναι τῇ κυνί. 5 ἐπειδὰν δὲ λάβῃ αὐτοῦ τὰ ἴχνη, ἕπεσθαι ἑξῆς τῇ ἰχνεύσει ἡγουμένῃ ⟨τοὺς⟩ ἀκολουθοῦντας σαφῶς. ἔσται δὲ καὶ τοῖς κυνηγέταις πολλὰ δῆλα αὐτοῦ, ἐν μὲν τοῖς μαλακοῖς τῶν χωρίων τὰ ἴχνη, ἐν δὲ τοῖς