Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/220

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
xv
ΞΕΝΟΦΩΝΤΟΣ

φιλανθρωπίαν ταύτης τῆς τέχνης ἀκούσῃ. τὸ γὰρ ὠφελιμωτάτην οὖσαν καὶ ἡδίστην ἐργάζεσθαι καὶ καλλίστην καὶ προσφιλεστάτην θεοῖς τε καὶ ἀνθρώποις, ἔτι πρὸς τούτοις καὶ ῥᾴστην εἶναι μαθεῖν πῶς οὐχὶ γενναῖόν ἐστι; γενναῖα δὲ δήπου καλοῦμεν καὶ τῶν ζῴων ὁπόσα καλὰ καὶ μεγάλα καὶ ὠφέλιμα ὄντα πραέα ἐστὶ πρὸς τοὺς ἀνθρώπους. 5 Ἀλλὰ ταῦτα μὲν ἐγώ, ἔφην, ὦ Ἰσχόμαχε, ἱκανῶς δοκῶ καταμεμαθηκέναι ᾗ εἶπας, καθ’ ἃ δεῖ διδάσκειν τὸν ἐπίτροπον· καὶ γὰρ ᾗ ἔφησθα εὔνουν σοι ποιεῖν αὐτὸν μαθεῖν δοκῶ, καὶ ᾗ ἐπιμελῆ καὶ ἀρχικὸν καὶ δίκαιον. 6 ὃ δὲ εἶπας ὡς δεῖ μαθεῖν τὸν μέλλοντα ὀρθῶς γεωργίας ἐπιμελεῖσθαι καὶ ἃ δεῖ ποιεῖν καὶ ὡς δεῖ καὶ ὁπότε ἕκαστα, ταῦτά μοι δοκοῦμεν, ἔφην ἐγώ, ἀργότερόν πως ἐπιδεδραμηκέναι τῷ λόγῳ· 7 ὥσπερ εἰ εἴποις ὅτι δεῖ γράμματα ἐπίστασθαι τὸν μέλλοντα δυνήσεσθαι τὰ ὑπαγορευόμενα γράφειν καὶ τὰ γεγραμμένα ἀναγιγνώσκειν. ταῦτα γὰρ ἐγὼ ἀκούσας, ὅτι μὲν δεῖ γράμματα ἐπίστασθαι ἠκηκόη ἄν, τοῦτο δὲ εἰδὼς οὐδέν τι οἶμαι μᾶλλον ἂν ἐπισταίμην γράμματα. 8 οὕτω δὲ καὶ νῦν ὅτι μὲν δεῖ ἐπίστασθαι γεωργίαν τὸν μέλλοντα ὀρθῶς ἐπιμελεῖσθαι αὐτῆς ῥᾳδίως πέπεισμαι, τοῦτο μέντοι εἰδὼς οὐδέν τι μᾶλλον ἐπίσταμαι ὅπως δεῖ γεωργεῖν. 9 ἀλλ’ εἴ μοι αὐτίκα μάλα δόξειε γεωργεῖν, ὅμοιος ἄν μοι δοκῶ εἶναι τῷ περιιόντι ἰατρῷ καὶ ἐπισκοποῦντι τοὺς κάμνοντας, εἰδότι δὲ οὐδὲν ὅ τι συμφέρει τοῖς κάμνουσιν. ἵν’ οὖν μὴ τοιοῦτος ὦ, ἔφην ἐγώ, δίδασκέ με αὐτὰ τὰ ἔργα τῆς γεωργίας. 10 Ἀλλὰ μήν, ἔφη, ὦ Σώκρατες, οὐχ ὥσπερ γε τὰς ἄλλας τέχνας κατατριβῆναι δεῖ μανθάνοντας πρὶν ἄξια τῆς τροφῆς ἐργάζεσθαι τὸν διδασκόμενον, οὐχ οὕτω καὶ ἡ γεωργία δύσκολός ἐστι μαθεῖν, ἀλλὰ τὰ μὲν ἰδὼν ἂν ἐργαζομένους, τὰ δὲ ἀκούσας