Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/221

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
xv
ΟΙΚΟΝΟΜΙΚΟΣ

εὐθὺς ἂν ἐπίσταιο, ὥστε καὶ ἄλλον, εἰ βούλοιο, διδάσκειν. οἴομαι δ’, ἔφη, πάνυ καὶ λεληθέναι πολλά σε αὐτὸν ἐπιστάμενον αὐτῆς. 11 καὶ γὰρ δὴ οἱ μὲν ἄλλοι τεχνῖται ἀποκρύπτονταί πως τὰ ἐπικαιριώτατα ἧς ἕκαστος ἔχει τέχνης, τῶν δὲ γεωργῶν ὁ κάλλιστα μὲν φυτεύων μάλιστ’ ἂν ἥδοιτο, εἴ τις αὐτὸν θεῷτο, ὁ κάλλιστα δὲ σπείρων ὡσαύτως· ὅ τι δὲ ἔροιο τῶν καλῶς πεποιημένων, οὐδὲν ὅ τι ἄν σε ἀποκρύψαιτο ὅπως ἐποίησεν. 12 οὕτω καὶ τὰ ἤθη, ὦ Σώκρατες, ἔφη, γενναιοτάτους τοὺς αὐτῇ συνόντας ἡ γεωργία ἔοικε παρέχεσθαι. 13 Ἀλλὰ τὸ μὲν προοίμιον, ἔφην ἐγώ, καλὸν καὶ οὐχ οἷον ἀκούσαντα ἀποτρέπεσθαι τοῦ ἐρωτήματος· σὺ δέ, ὅτι εὐπετές ἐστι μαθεῖν, διὰ τοῦτο πολύ μοι μᾶλλον διέξιθι αὐτήν. οὐ γὰρ σοὶ αἰσχρὸν τὰ ῥᾴδια διδάσκειν ἐστίν, ἀλλ’ ἐμοὶ πολὺ αἴσχιον μὴ ἐπίστασθαι ἄλλως τε καὶ εἰ χρήσιμα ὄντα τυγχάνει.

XVI  Πρῶτον μὲν τοίνυν, ἔφη, ὦ Σώκρατες, τοῦτο ἐπιδεῖξαι βούλομαί σοι ὡς οὐ χαλεπόν ἐστιν ὃ λέγουσι ποικιλώτατον τῆς γεωργίας εἶναι οἱ λόγῳ μὲν ἀκριβέστατα αὐτὴν διεξιόντες, ἥκιστα δὲ ἐργαζόμενοι. 2 φασὶ γὰρ τὸν μέλλοντα ὀρθῶς γεωργήσειν τὴν φύσιν χρῆναι πρῶτον τῆς γῆς εἰδέναι. Ὀρθῶς γε, ἔφην ἐγώ, ταῦτα λέγοντες. ὁ γὰρ μὴ εἰδὼς ὅ τι δύναται ἡ γῆ φέρειν, οὐδ’ ὅ τι σπείρειν οἶμαι οὐδ’ ὅ τι φυτεύειν δεῖ εἰδείη ἄν. 3 Οὐκοῦν, ἔφη ὁ Ἰσχόμαχος, καὶ ἀλλοτρίας γῆς τοῦτο ἔστι γνῶναι, ὅ τι τε δύναται φέρειν καὶ ὅ τι μὴ δύναται, ὁρῶντα τοὺς καρποὺς καὶ τὰ δένδρα. ἐπειδὰν μέντοι γνῷ τις, οὐκέτι συμφέρει θεομαχεῖν. οὐ γὰρ ἄν, ὅτου δέοιτο αὐτός, τοῦτο σπείρων καὶ φυτεύων μᾶλλον ἂν ἔχοι τὰ ἐπιτήδεια ἢ ὅ τι ἡ γῆ ἥδοιτο φύουσα καὶ τρέφουσα. 4 ἂν δ’ ἄρα δι’ ἀργίαν τῶν ἐχόντων αὐτὴν μὴ ἔχῃ τὴν ἑαυτῆς δύναμιν ἐπιδεικνύναι, ἔστι καὶ παρὰ γείτονος τόπου πολλάκις ἀληθέστερα περὶ αὐτῆς γνῶναι ἢ παρὰ γείτονος ἀνθρώπου πυθέσθαι. 5 καὶ