Μετάβαση στο περιεχόμενο

Σελίδα:The New Testament in the original Greek - 1881.djvu/102

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
4I
ΚΑΤΑ ΜΑθθΑΙΟΝ

9  Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ,
Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν Ἄχας,
Ἄχας δὲ ἐγέννησεν τὸν Ἑζεκίαν,
10  Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ,
Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμώς,
Ἀμὼς δὲ ἐγέννησεν τὸν Ἰωσείαν,
11  Ἰωσείας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.

12  Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ,
Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ,
13  Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ,
Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ,
Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ,
14  Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ,
Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ,
Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ,
15  Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ,
Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Μαθθάν,
Μαθθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ,
16  Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.

17  Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυεὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυεὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες.