Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ
1 ΒΙΒΛΟΣ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.
2 Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ,
- Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ,
- Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,
3 Ἰούδας δὲ ἐγέννησεν τὸν Φάρες καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ,
- Φάρες δὲ ἐγέννησεν τὸν Ἑσρώμ,
- Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ,
4 Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ,
- Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών,
- Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών,
5 Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὲς ἐκ τῆς Ῥαχάβ,
- Βοὲς δὲ ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ,
- Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί,
6 Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυεὶδ τὸν βασιλέα.
- Δαυεὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,
7 Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ,
- Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά,
- Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ,
- Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ,
8Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ,
- Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζείαν,