Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/580

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11511152
S. JOANNIS CLIMACI

σεις (8). Τεῖχος τὴν Ἱερουσαλὴμ, τὴν τῶν πταισμάτων ἄφεσιν. Δράμωμεν, ἀδελφοὶ, τῆς ἐν τῷ νυμφῶνι τοῦ παλατίου εἰσόδου τυχεῖν· εἰ δὲ ἔκ τινος ἢ φορτίου προλήψεως, ὢ τῆς συμφορᾶς!ἢ χρόνου προκατελήφθημεν, κἂν μονήν τινα πέριξ τοῦ νυμφῶνος προφθάσωμεν. Εἰ δὲ ἔτι ὀκλάζομεν, ἢ παρειμένοι τυγχάνομεν, κἂν ἐντὸς τοῦ τείχους παντὶ τρόπῳ γενώμεθα· ὁ γὰρ πρὸ τέλους ἐκεῖ μὴ εἰσελθὼν, μᾶλλον δὲ μὴ ὑπερβεβηκὼς ἐν ἐρημίᾳ αὐλισθήσεται. Διὰ τοῦτό τις ηὔχετο λέγων· Ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Καὶ ἕτερος ὡς ἐκ προσώπου τοῦ Θεοῦ φησιν· Οὐχ αἱ ἁμαρτίαι ὑμῶν εἰσιν αἱ διαχωρίζουσαι ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ; Διακόψωμεν, ὦ φίλοι, τὸ μεσότειχον τοῦ φραγμοῦ, ὅπερ διὰ παρακοῆς κακῶς ᾠκοδομήσαμεν· λάβωμεν ἐντεῦθεν λύσιν τοῦ χρέους, διότι οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ὁ δυνάμενος ἰάσασθαι. Σχολάσωμεν, ἀδελφοὶ, καὶ γὰρ σχολασταὶ ἀπεγράφημεν· οὐκ ἔστι πτῶμα, οὐκ ἔστι καιρὸν, οὐκ ἔστι φορτίον προφασίσασθαι· ὅσοι γὰρ ἔλαβον τὸν Κύριον διὰ λούτρου παλιγγενεσίας, ἔδωκε αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι,εἰπών· Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ ἡ ἀπάθεια. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀνιστᾷ μὲν ἀπὸ γῆς εἰς οὐρανὸν πένητα νοῦν· καὶ ἀπὸ κοπρίας παθῶν ἐγείρει πτωχὸν ἡ μακαρία ἀπάθεια· ἡ δὲ πανύμνητος ἀγάπη ποιεῖ αὐτὸν τοῦ καθίσαι μετὰ ἀρχόντων, ἁγίων ἀγγέλων, μετὰ ἀρχόντων λαοῦ Κυρίου.