Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/579

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11491150
SCALA PARADISI. — GRADUS XXIX.

ριον, ἵνα ἀναψύξω. Ὁ δὲ τοῦ Θεοῦ ἀθλητής· Ἄνες τὰ κύματα τῆς χάριτός σου. Ἀπάθειαν ἔχει ψυχὴ, ἡ οὕτως ποιωθεῖσα ταῖς ἀρεταῖς, ὡς οἱ ἐμπαθεῖς ταῖς ἡδοναῖς. Εἰ τοῦτο ὅρος γαστριμαργίας, τὸ, καὶ μὴ ὀρεγόμενον βιάζεσθαι, τοῦτο πάντως ὅρος ἐγκρατείας, τὸ καὶ πεινῶσαν τὴν φύσιν ἀνυπεύθυνον οὖσαν ἐπικρατεῖν. Εἰ τοῦτο ὅρος λαγνείας, τὸ, καὶ ἐπὶ ζώοις καὶ ἀψύχοις μαίνεσθαι· τοῦτο ὅρος ἁγνείας, τὸ, ἐπὶ πᾶσιν ὡς ἀψύχοις τῇ αἰσθήσει διακεῖσθαι. Εἰ τοῦτο φιλαργυρίας πέρας (4), τὸ, μηδέποτε τοῦ συναθροίζειν παύεσθαι, ἢ κορέννυσθαι· τοῦτο ἀκτημοσύνης, τὸ, μηδὲ τοῦ σώματος φείσασθαι τοῦ ἰδίου. Εἰ τοῦτο ἀκηδίας πέρας, τὸ, ἐν πάσῃ ὑπάρχοντα ἀνέσει ὑπομονὴν μὴ κεκτῆσθαι· τοῦτο ὑπομονῆς, τὸ, ἐν θλίψει ὄντα, ἄνεσιν ἔχειν λογίζεσθαι. Εἰ τοῦτο ὀργῆς πέλαγος, τὸ καὶ μηδενὸς παρόντος θηριοῦσθαι· τοῦτο μακροθυμίας τοῦ ἀπόντος, τοῦ λοιδοροῦντος καὶ παρόντος ὡσαύτως γαλιᾷν [γαληνιᾷν]. Εἰ τοῦτο κενοδοξίας ὕψος, τὸ καὶ μηδενὸς παρόντος τοῦ ἐπαινεῖν ὀφείλοντος κενοδοξίας ἔργα σχηματίζεσθαι, τοῦτο πάντως ἀκενοδοξίας εἶδος, τὸ μηδέποτε ἐν παρουσίαις τὴν ἔννοιαν κλέπτεσθαι. Εἰ τοῦτο εἶδος ἀπωλείας (5), εἴγουν ὑπερηφανίας τὸ ἐν εὐτελεῖ σχήματι ἐπαίρεσθαι, τοῦτο σωτηριῶδες ταπεινώσεως τεκμήριον, τὸ ἐν ὑψηλοῖς ἐγχειρήμασι, καὶ κατορθώμασι ταπεινὸν ἔχειν φρόνημα. Καὶ εἰ τοῦτο ἐμπαθείας παντελοῦς τεκμήριον, τὸ πᾶσι τοῖς ὑπὸ δαιμόνων ὑποσπειρομένοις σχεδὸν ὀξέως ὑπείκειν. Ἐγὼ τοῦτο τῆς ἁγίας ἀπαθείας ὑπείληφα γνώρισμα, τὰ δύνασθαι ἐναργῶς λέγειν· Ἐκκλίνοντος ἀπ᾿ ἐμοῦ τοῦ πονηροῦ (6), οὐκ ἐγίνωσκον, οὐδὲ πῶς ἐλήλυθεν, οὐδὲ τίνος ἕνεκα, οὐδὲ πῶς ἀπελήλυθεν, ἀλλ᾿ ὅλος λοιπὸν ἀναισθήτως πρὸς τὰ τοιαῦτα ἔχω· ἡνωμένος ὅλος ὢν, καὶ ἀεὶ ἐσόμενος Θεῷ.

Ὁ τοιαύτης καταστάσεως ἠξιωμένος, ἔτι ὢν ἐν σαρκὶ, αὐτὸν τὸν ἐνοικοῦντα ἀεὶ ἐν ἅπασι λόγοις, καὶ ἔργοις, καὶ διανοήμασιν ἔχει κυβερνῶντα. Ὅθεν λοιπὸν καὶ ὡς φωνῆς τινος, τῆς τοῦ Κυρίου βουλήσεως ἔνδον διὰ φωτισμοῦ ἀντιλαμβάνεται, πάσης διδασκαλίας ἀνθρωπίνης ὑψηλότερος γενόμενος· Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; οὐ γὰρ φέρω λοιπὸν τοῦ πόθου τὴν ἐνέργειαν· ἀλλὰ ζητῶ, ὅπερ ἀθάνατον κάλλος πρὸ τῆς πηλοῦ μοι δέδωκας. Ὁ ἀπαθὴς, τί δεῖ πολλὰ λέγειν; ζῇ μὲν οὐκ ἔτι αὐτὸς, ζῇ δὲ ἐν αὐτῷ ὁ Χριστὸς, καθά φησιν ὁ τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ τὸν δρόμον τετελεκὼς, καὶ τὴν πίστιν τετηρηκὼς ὀρθόδοξον. Οὐ συνίσταται διάδημα βασιλέως ἐξ ἑνὸς λίθου, καὶ οὐ τελειοῦται ἀπάθεια, ἂν μιᾶς ἀρετῆς καὶ τῆς τυχούσης ἀμελήσωμεν· ἀπάθειαν μὲν νοήσεις, τὸ τοῦ ἐπουρανίου βασιλέως ἐν οὐρανοῖς παλάτιον. Πολλὰς δὲ μονὰς τὰς ἔνδον τῆς πόλεως ταύτης κατασκηνώ-