Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/572

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τῆς τοῦ αἰτήματος δίψης πρὸς αὐτὸν παρακαθέζεσθαι διὰ προσευχῆς παρασκευάζει. Ὁ γὰρ ἀγνώμων κύων κομισάμενος ἄρτον εὐθέως ἀναχωρεῖ τοῦ δεδωκότος. Μὴ λέγε χρονίζων ἐν τῇ δεήσει μηδὲν κατωρθωκέναι (9)· ἤδη γὰρ καὶ κατώρθωκας. Τί γὰρ καὶ ὑψηλότερον ἀγαθὸν τοῦ τῷ Κυρίῳ πρωσκολλᾶσθαι, καὶ ἐν τῇ πρὸς αὐτὸν ἑνώσει ἀδιαλείπτως προσκαρτερεῖν. Οὐχ οὕτως κατάκριτος δέδοικε τῆς ἑαυτοῦ τιμωρίας τὴν ἀπόφασιν (10), ὡς ὁ προσευχῆς ἐπιμελούμενος τὴν ταύτης παράστασιν. Ὅθεν εἰ σοφός τις καὶ ἀγχίνους ὑπάρχει ἐκ τῆς ἐκείνης μνήμης, πᾶσαν λοιδορίαν, καὶ ὀργὴν, καὶ μέριμναν, καὶ ἀσχολίαν, καὶ θλίψιν, καὶ κόρον, καὶ πειρασμὸν, καὶ λογισμὸν ὑποστρέφεσθαι δύναται. Προπαρασκευάζου διὰ ἐννάου ἐν ψυχῇ προσευχῆς πρὸς τὴν παράστασιν τῆς σῆς ἱκεσίας, καὶ συντόμως προκόψεις.

Ἑώρακα ἐν ὑπακοῇ ἐξαστράπτοντας, καὶ τῆς κατὰ νοῦν ὅση δύναμις μνήμης Θεοῦ μὴ ἀμελοῦντας ἀθρόον ἐπὶ προσευχὴν παρασταθέντας, καὶ συντόμως τοῦ ἑαυτῶν νοὸς περιγενομένους καὶ κρουνηδὸν δάκρυα προχεομένους. Προπαρεσκευασμένοι γὰρ ὑπὸτῆς ὁσίας ὑπακοῆς ἐτύγχανον· τῇ μὲν μετὰ πλήθους ψαλμῳδίᾳ, αἰχμαλωσίαι καὶ ῥεμβασμοὶ παρέπονται· τῇ δὲ ἰδιαζούσῃ οὐχ οὕτως· ἀλλὰ τῇ μὲν ἀκηδίᾳ πολεμεῖ (11), τῇ δὲ προθυμίᾳ συνεργεῖ (12). Ἀγάπην μὲν στρατευομένου πρὸς βασιλέα ἀνέδειξε πόλεμος· ἀγάπην δὲ μοναχοῦ πρὸς Θεὸν ἤλεγξε προσευχῆς καιρὸς καὶ παράστασις· τὴν σεαυτοῦ κατάστασιν, ἡ σὴ προσευχὴ ἐμφανίσει σοι· ἔσοπτρον γὰρ αὐτὴν τοῦ μοναχοῦ οἱ θεολόγοι ἐκεῖνοι ἐκδεδώκασιν· ὁ τὸν τυχὸν μετερχόμενος ἔργον καὶ προσευχῆς ὥρας καταλαμβανομένης ἐν αὐτῷ προσασχολούμενος, ὑπὸ δαιμόνων ἐμπαίζεται. Σκοπὸς γὰρ τοῖς κλέπταις ὥραν δι᾿ ὥρας ἐξ ἡμῶν ἀποσυλῆσαι. Μὴ παραιτούμενος, καὶ ὑπὲρ ψυχῆς προσεύχεσθαι, κἂν προσευχὴν μὴ κέκτησαι· ἡ γὰρ πίστις πολλάκις τοῦ αἰτοῦντος καὶ τὸν εὐχόμενον μετὰ συντριμμοῦ ἔσωσε. Μὴ ἐπαίρου ὑπὲρ ἄλλων δεόμενος καὶ εἰσακουόμενος· ἡ γὰρ ἐκείνων πίστις ἐνήργησε καὶ ἴσχυσε. Παῖς μὲν πᾶς πᾶσαν, ἥνπερ ἐκ τοῦ παιδοτρίβου μεμάθηκε σοφίαν, καθ᾿ ἡμέραν ἀπαραλείπτως ὑπ᾿ αὐτοῦ ἐκζητηθήσεται· νοῦς δὲ πᾶς, ἥνπερ δύναμιν ἐκ Θεοῦ εἴληφεν, ἐν πάσῃ προσευχῇ ἀπαιτηθήσεται· διὸ προσεκτέον, ὅταν νηφόντως προσεύξῃ, θᾶττον εἰς ὀργὰς πολεμηθήσῃ (13). Σκοπὸς γὰρ οὗτος τῶν ἐχθρῶν ἡμῶν· πᾶσαν μὲν ἀρετὴν, ἐπὶ πλείω δὲ τὴν προσευχὴν αἰσθήσει πολλῇ ποιησώμεθα πάντοτε· τότε ψυχὴ ἐν αἰσθήσει προσεύχεται, ὅταν θυμοῦ κρείττων γένηται· τὰ πολλαῖς ἱκεσίαις καὶ χρόνοις περιποιούμενα μόνιμα. Ὁ κύριον κτησάμενος (14), οὐκ ἔτι ἑαυτοῦ ἐν προσευχῇ τὸν μῦθον ὑφηγήσεται· τὸ γὰρ πνεῦμα τότε ἐντυγχάνει ὑπὲρ αὐτοῦ ἐν ἑαυτῷ στεναγμοῖς ἀλαλήτοις. Πᾶσαν αἰσθητὴν φαντασίαν ἐν τῇ προσευχῇ μὴ προσδέξῃ (15), ἵνα μὴ