Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/573

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἔκστασιν ὑποστῇς· ἀπαλλαγὴ ἀμφιβολίας, ἀδήλου δήλωσις ἄσειστος.

Ἐλεήμων γίνου σφόδρα προσευχῆς ἐπιμελούμενος (16)· ἐν αὐτῇ γὰρ μοναχοὶ τὰ ἑκατονταπλασίονα λήψονται· τὸ δὲ ἑξῆς ἐν τῷ ἑξῆς (17). Πῦρ μὲν ἐπιδημῆσαν ἐν καρδίᾳ προσευχὴν ἀνέστησε (18)· ταύτης διεγερθείσης, καὶ εἰς οὐρανὸν ἀναληφθείσης πυρὸς ἐν ἀνωγέῳ ψυχῆς κατάβασις γέγονε. Φασὶ μέν τινες κρεῖττον εἶναι προσευχὴν μνήμης ἐξόδου· ἐγὼ δὲ μιᾶς ὑποστάσεως δύο οὐσίας ὑμνῶ. Ἵππος μὲν δόκιμος κατὰ πρόσβασιν [πρόβασιν] διαθερμαίνεσθαι, καὶ τῷ δρόμῳ προστιθέναι πέφυκε· δρόμον δὲ νοῶ, ὑμνῳδίαν· ἵππον δὲ τὸν ἀνδρεῖον νοῦν· πόῤῥωθεν ὁ τοιοῦτος ὀσφραίνεται πολέμου (20), καὶ προπαρασκευασθεὶς μένει λοιπὸν εἰς ἅπαν ἀνίκητος. Χαλεπὸν ἐκ στόματος διψῶντος ὕδωρ ἀφαρπάσαι· χαλεπώτερον δὲ ψυχὴν μετὰ κατανύξεως προσευχομένην, πρὶν τῆς ταύτης περαιώσεως ἑαυτὴν τῆς παραστάσεως, τῆς πολυποθήτου ἀποκόψαι· μὴ ἀποπηδήσῃς ἄχρις οὗ τὸ πῦρ καὶ τὸ ὕδωρ οἰκονομικῶς ὑπολήξαντα ἴδῃς (21)· οὐ γὰρ λήψῃ καιρὸν τοιοῦτον πρὸς ἄφεσιν πταισμάτων ἴσως ἐν πάσῃ τῇ ζωῇ σου· ὁ προσευχῆς γευσάμενος, ὑπὸ λόγου ἑνὸς πολλάκις προερχομένου, τὸν νοῦν ἐμόλυνε, καὶ ἐν προσευχῇ παραστὰς, τὸ ποθούμενον οὐχ εὗρε συνήθως· ἄλλο ἐπισκοπεῖν συχνοτέρως τῇ καρδίᾳ (22)· καὶ ἄλλο ἐπισκοπεῦσαι καρδίας διὰ νοὸς ἄρχοντος, καὶ ἀρχιερέως λογικὰς θυσίας Χριστῷ προσάγοντος· τοὺς μὲν, ὥς φησί τις τῶν θεολογίας προσηγορίαν λαχόντων, τὸ ἅγιον καὶ ὑπερουράνιον πῦρ ἐπιδημοῦν καταφλέγει, διὰ τὸ ἔτι ἐλλιπὲς τῆς καθάρσεως· τοὺς δὲ πάλιν φωτίζει διὰ τὸ μέτρον τῆς τελειότητος· τὸ αὐτὸ γὰρ πῦρ καταναλίσκον καὶ φωτίζον φῶς ὀνομάζεται· ὅθεν καί τινες ἐκ προσευχῆς ἐξιόντες ὡς ἀπὸ πυρὸς καμίνου ποιοῦνται τὴν ἔξοδον· κουφισμὸν ῥύπου τινὸς καὶ ὕλης αἰσθόμενοι· ἕτεροι δὲ ὡς ἐκ φωτὸς πεφωτισμένοι, καὶ διπλοΐδα ταπεινώσεως, καὶ ἀγαλλιάσεως ἠμφιεσμένοι. Οἱ γὰρ ἐκτὸς τῶν δύο τούτων ἐνεργειῶν ἐκ προσευχῆς ἐξεληλυθότες σωματικῶς, ἵνα μὴ εἴπω, Ἰουδαϊκῶς προσηύξαντο, καὶ οὐ πνευματικῶς. Εἰ σῶμα σώματος προσψαῦον ἀλλοιοῦται τῇ ἐνεργείᾳ, πῶς δ᾿ ἂν καὶ οὐκ ἀλλοιωθήσεται ὁ Θεοῦ σώματος ἀθώοις χερσὶ προσψαύων (23);

Ἔστι κατὰ τὸν ἐπὶ γῆς βασιλέα, καὶ τὸν ἡμέτερον πανάγαθον βασιλέα θεάσασθαι, ποτὲ μὲν δι᾿ ἑαυτοῦ, ποτὲ δὲ διὰ φίλου· ἄλλο τε δὲ διὰ δούλου· ἔστι δὲ ὅτε καὶ ἀγνώστως τὰς αὐτοῦ δωρεὰς τοῖς στρατιώταις αὐτοῦ χαριζόμενον· λοιπὸν δὲ καὶ κατὰ τὸν χιτῶνα τῆς προσούσης ἡμῖν ταπεινώσεως· ὥσπερ τῷ ἐπὶ γῆς βασιλεῖ ὁ αὐτῷ παριστάμενος, καὶ τὸ πρόσωπον τὸ οἰκεῖον ἀποστρέφων, καὶ τοῖς ἐχθροῖς τοῦ δεσπότου διαλεγόμενος βδελυκτός· οὕτως ὑπὸ Κυρίου βδελύσσε-