Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/555

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σου, διὰ τῆς ὑπακοῆς τοῦτον βαστάζων· καὶ τὸ βάρος τῆς ἐκκοπῆς τοῦ σοῦ θελήματος ἰσχυρῶς ὑπομένων· καὶ δεῦρο λοιπὸν, ἀκολούθει μοι πρὸς τὴν συνάφειαν τῆς μακαριωτάτης ἡσυχίας, καὶ διδάξω σε νοερῶν δυνάμεων ὁρωμένην ἐργασίαν καὶ πολιτείαν· οὐ κορεσθήσονται αὗται εἰς αἰῶνα αἰώνων αἰνοῦσαι τὸν Ποιητὴν, οὐδὲ ὁ ἐν οὐρανῷ ἡσυχίας εἰσεληλυθὼς, ἀνυμνῶν τὸν Κτίσαντα. Οὐ φροντίσουσι περὶ ὕλης οἱ ἄϋλοι, οὐδὲ περὶ τροφῆς οἱ ἔνυλοι ἄϋλοι· οὐκ αἰσθήσονται οἱ πρότεροι βρώσεως, οὐδὲ δεηθήσονται οἱ δεύτεροι ὑποσχέσεως. Οὐ φροντίσουσιν ἐκεῖνοι περὶ χρημάτων καὶ κτημάτων, οὐδὲ οὗτοι περὶ κακώσεως πνευμάτων. Οὐ πρόσεστι τοῖς ἄνω ἔφεσις ὁρατῆς κτίσεως· οὐδὲ τοῖς κάτω, ἄνω ἐπιθυμίᾳ αἰσθητῆς ὄψεως· οὔποτε παύσονται τῇ ἀγάπῃ προκόπτοντες ἐκεῖνοι· οὐδὲ οὗτοι καθημέραν ἐκείνοις ἁμιλλώμενοι. Οὐκ ἄγνωστος παρ᾿ ἐκείνοις τῆς προκοπῆς ὁ πλοῦτος, οὐδὲ τούτοις τῆς ἀναβάσεως ὁ ἔρως· οὐ σταθήσονται μέχρι τὰ Σεραφὶμ φθάσωσιν [al. φθάσουσι]· οὐδὲ κοπάσονται, ἄχρις ἄγγελοι γένωνται. Μακάριος ὁ ἐλπίζων· τρισμακάριος ὁ μέλλων ἄγγελος ὁ καταλαβών.