Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/554

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σαντας· καὶ πῦρ πυρὶ, καὶ ἔρωτι ἔρωτα, καὶ πόθῳ πόθον γεννήσαντας. Ἡσυχαστής ἐστι τύπος ἀγγέλου ἐπίγειος χάρτῃ πόθου καὶ σπουδῆς γράμμασι τὴν ἑαυτοῦ προσευχὴν ῥᾳθυμίας καὶ ὀλιγωρίας ἐλευθερώσας. Ἡσυχαστής ἐστιν ὁ βοήσας ἐναργῶς· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Ἡσυχαστής ἐστιν ἐκεῖνος ὁ εἰπών· Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ. Κλεῖε μὲν θύραν κέλλης σώματι· καὶ θύραν γλώσσης φθέγμασι, καὶ ἔνδον πύλην πνεύμασι. Γαλήνη μὲν, καὶ μεσημβρία ἡλίου ὑπομονὴν ναύτου ἤλεγξεν· ἀπορία δὲ χρειῶν, καρτερίαν ἡσυχαστοῦ ἐφανέρωσεν· ὁ μὲν ἀθυμῶν νήχεται ὕδασιν· ὁ δὲ ἀκηδιῶν φύρεται πλήθεσι. Μὴ φοβοῦ κτύπων ἀθύρματα· δειλίαν γὰρ πένθος οὐκ ἐπίσταται οὐδὲ πτύρεται. Ὧν ὁ νοῦς μεμάθηκεν ἀληθῶς εὔχεσθαι, οὗτοι κυρίῳ ἐνωπίως ἐνωπίῳ λαλοῦσιν, ὡς πρὸς τὸ οὖς τοῦ βασιλέως. Ὧν τὸ στόμα εὔχεται, οὗτοι ἐπὶ πάσης τῆς συγκλήτου αὐτῷ προσπίπτουσιν. Ὅσοι ἐν κόσμῳ διατρίβουσιν, οὗτοι ἐν μέσῳ τοῦ θορύβου παντὸς τοῦ δήμου τὸν βασιλέα ἱκετεύουσιν. Εἰ τὴν τέχνην ἐπισταμένως μεμάθηκας, οὐκ ἀγνοεῖς τὸ λεγόμενον. Καθεζόμενος ἐφ᾿ ὕψους τήρει, εἰ ἄρα καὶ ἐπίστασαι, καὶ τότε ὄψει πῶς, καὶ πότε, καὶ πόθεν· καὶ πόσοι, καὶ ποῖοι κλέπται εἰσελθεῖν, καὶ κλέψαι τοὺς βότρυας ἔχονται. Ἀποκαμὼν ὁ σκοπὸς, ἀναστὰς προσεύχεται, καὶ πάλιν καθίσας τῆς προτέρας ἐργασίας ἀνδρείως ἔχεται.

Ἠβούλετό τις ἐν πείρᾳ περὶ τούτων γεγονὼς λεπτῶς καὶ ἠκριβωμένως εἰπεῖν· ἀλλὰ πεφόβηται, μήπως καὶ τοῖς ἐργάταις ῥᾳθυμίαν ἐμποιήσῃ, καὶ τοὺς προαιρουμένους τῷ κτύπῳ τῶν λόγων ἀποσοβήσῃ. Ὁ περὶ ἡσυχίας λεπτῶς καὶ γνωστικῶς ἐξηγούμενος, διήγειρε καθ᾿ ἑαυτοῦ δαίμονας· οὐδεὶς γὰρ ἕτερος τὰς τούτων ἀσχημοσύνας θριαμβεῦσαι δύναται. Ὁ ἡσυχίαν καταλαβὼν ἔγνω βυθὸν μυστηρίων, οὐ κατελήλυθε δὲ ἐν τούτῳ εἰ μὴ πρώην τοὺς τῶν κυμάτων θορύβους καὶ πνευμάτων ἀνέμους, καὶ εἶδε καὶ ἤκουσεν· ἴσως καὶ ἐῤῥαντίσθη. Κυροῖ τὸ εἰρημένον Παῦλος· εἰ μὴ γὰρ ἐν παραδείσῳ ὡς ἐν ἡσυχίᾳ ἡρπάγη, οὐκ ἂν ἄῤῥητα ῥήματα ἀκοῦσαι ἠδύνατο. Τῆς ἡσυχίας τὸ οὖς δέξεται παρὰ Θεοῦ ἐξαίσια. Διὸ καὶ ἐν τῷ Ἰὼβ αὕτη ἡ πάνσοφος ἔλεγε· Πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ᾿ αὐτοῦ. Ἡσυχαστής ἐστιν ὁ οὕτως φεύγων ἀμίσως, ὡς ἕτερος προστρέχων ῥᾳθύμως ἐκκοπὴν γλυκύτητος Θεοῦ λαβεῖν μὴ βουλόμενος. Ἀπελθὼν σκόρπισόν σου συντόμως· τὸ γὰρ, Πώλησόν σου, χρόνου, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, ἵνα δι᾿ εὐχῆς πρὸς τὴν ἡσυχίαν συνδράμωσι· ἆρον τὸν σταυρόν