Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/547

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Σιωπὴ καὶ ἡσυχία κενοδοξίας πολέμιοι. Εἰ δὲ μέσος ὑπάρχεις, ἀτιμίαν μέτελθε.

Ὑπερηφανίαν ὁρωμένην ἰάσονται σκυθρωπαὶ καταστάσεις· ἀόρατον δὲ ὁ πρὸ αἰώνων ἀόρατος.

Πάντων θηρίων αἰσυητῶν ἀναιρετικὴ ἔλαφος, νοητῶν δὲ, ἡ ταπείνωσις.

Ἔνεστι διὰ τῶν κατὰ φύσιν πάντων ἡμῶν ἐναργῶς τὰ νοητὰ παιδεύεσθαι. Ὥσπερ ὄφιν ἀδύνατον τὴν ἑαυτοῦ παλαιότητα ἐκδύσασθαι, μὴ ἐν στενῇ ὀπῇ εἰσδύντα· οὕτως καὶ ἡμᾶς τὰς παλαιὰς προλήψεις, καὶ τὴν τῆς ψυχῆς παλαιότητα, καὶ τὸν τοῦ παλαιοῦ ἀνθρώπου χιτῶνα, οὐ μὴ ἀποβάλωμεν, ἐὰν μὴ τῆς στενῆς (2), καὶ τεθλιμμένης νηστείας, καὶ ἀτιμίας ὁδὸν παρέλθωμεν.

Ὥσπερ τὰ πολύσαρκα τῶν ὀρνίθων εἰς οὐρανὸν πετασθῆναι ἀδύνατον (3)· οὕτω καὶ τὸν τὴν ἑαυτοῦ σάρκα θεραπεύοντα.

Ξηρανθεὶς βόρβορος οὐκ ἔτι χοίρους θεραπεύει, καὶ μαρανθεῖσα σὰρξ οὐκ ἔτι δαίμονας ἀναπαύει.

Ὥσπερ σχιδάκων πλῆθος πολλάκις συμπνίγει φλόγα, καὶ ἀποσβέννυσι, πλῆθος καπνοῦ ἐργασάμενον· οὕτω πολλάκις καὶ λύπη ὑπέρμετρος καπνώδη καὶ σκοτεινὴν τὴν ψυχὴν ἐργάζεται, καὶ τὸ ὕδωρ τῶν δακρύων ἀποξηραίνει.

Ὥσπερ τυφλὸς τοξότης ἀδόκιμος· οὕτως μαθητὴς ἀντίλογος ἀπόλλυται (4).

Ὥσπερ σίδηρος δόκιμος, καὶ τὸν ἀδόκιμον ὀξῦναι δύναται· οὕτως ἀδελφὸς πρόθυμος τὸν ῥᾴθυμον πολλάκις ἔσωσεν.

Ὥσπερ τὰ ὠὰ ἐν κόλπῳ θαλπόμενα ζωογονοῦνται· οὕτως καὶ λογισμοὶ μὴ φανερούμενοι, εἰς ἔργα προφαίνουσι.

Ὥσπερ ἵπποι τρέχοντες ἀλλήλοις ἁμιλλῶνται· οὕτως συνοδία ἀγαθὴ ἑαυτὴν διεγείρει.

Ὥσπερ αἱ νεφέλαι ὑποκρύπτουσι τὸν ἥλιον· οὕτως αἱ πονηραὶ ἔννοιαι σκοτίζουσι, καὶ ἀπολλύουσι τὸν νοῦν.

Ὥσπερ ὁ τὴν ἀπόφασιν εἰληφὼς, καὶ πρὸς τὴν καταδίκην πορευόμενος, οὐ λαλεῖ περὶ θεάτρων· οὕτως οὐδὲ ὁ ἐν ἀληθείᾳ πενθῶν, γαστέρα θεραπεύσει ποτέ.

Ὥσπερ πένητες θησαυροὺς βασιλικοὺς ὁρῶντες ἐπὶ πλεῖον τὴν ἑαυτῶν πτωχείαν ἐπιγινώσκουσιν· οὕτως καὶ ψυχὴ τὰς μεγάλας τῶν πατέρων ἀρετὰς ἀναγινώσκουσα, πάντως ταπεινότερον ποιεῖται τὸ ἑαυτῆς φρόνημα.

Ὥσπερ καὶ μὴ βουλόμενος ὁ σίδηρος ὑπακούει τῷ μαγνίτῃ [al. μαγνήτιδι]· οὕτω καὶ οἱ ποιωθέντες ταῖς προλήψεσι, τυραννοῦνται ὑπ᾿ αὐτῶν.

Ὥσπερ τὸ ἔλαιον καὶ μὴ βουλομένην ἡμεροῖ τὴν θάλασσαν· οὕτως καὶ ἡ νηστεία, καὶ ἀκουσίας κατασβεννύει τὰς τοῦ σώματος πυρώσεις.

Ὥσπερ στενούμενον ὕδωρ εἰς ὕψος ἀνατρέχει· οὕτω πολλάκις καὶ ψυχὴ ὑπὸ κινδύνων στενωθεῖσα