Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/548

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πρὸς Θεὸν διὰ μετανοίας ἀνῆλθε καὶ ἐσώθη (6).

Ὥσπερ ὁ ἀρώματα βαστάζων (7), καὶ μὴ θέλων ἐκ τῆς ὀσμῆς ἐλέγχεται· οὕτως καὶ ὁ Πνεῦμα Κυρίου ἔχων, ἐκ τῶν αὐτοῦ λόγων καὶ τῆς ταπεινώσεως γνωρίζεται.

Ὥσπερ τὰ πνεύματα ταράσσουσιν ἄβυσσον· οὕτω καὶ ὁ θυμὸς πλέον πάντων ταράττει τὴν διάνοιαν.

Ὥσπερ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ σφοδρῶς ἐξ ἀκοῆς ἐπιθυμεῖ γεύσασθαι· οὕτως καὶ οἱ ἁγνοὶ τῷ σώματι, πολὺν ἐκ τούτου κουφισμὸν κέκτηνται.

Ὥσπερ ὅπλα βασιλικὰ ἐν τόπῳ κείμενα ὁρῶντες οἱ κλέπται, οὐχ, ὡς ἔτυχεν, ἐκεῖ ἐπιβαίνουσιν· οὕτως καὶ ὁ τῇ καρδίᾳ προσευχὴν προσάψας, οὐχ, ὡς ἔτυχεν, ὑπὸ τῶν νοητῶν λῃστῶν κλέπτεται.

Ὥσπερ οὐ τίκτει πῦρ χιόνα· οὕτως οὐδὲ ὁ τὴν ἐνταῦθα ζητῶν τιμὴν, τῆς ἐκεῖθεν ἀπολαύσει.

Ὥσπερ εἷς σπινθὴρ πολλάκις πυρὸς πολλὴν ὕλην κατέκαυσεν· οὕτως καὶ ἓν ἀγαθὸν εὑρίσκεται πλῆθος πταισμάτων μεγάλων ἐξαλεῖψαι.

Ὡς οὐκ ἔστι χωρὶς ὅπλου θηρία ἀπολέσαι, οὕτως οὐδὲ χωρὶς ταπεινώσεως ἀοργησίαν κτήσασθαι.

Ὡς οὐκ ἔστι ζῇν κατὰ φύσιν ἄνευ βρώσεως, οὕτως οὐκ ἔστιν ἕως ἐξόδου κἂν πρὸς ῥοπὴν ἀμελῆσαι (8).

Ὥσπερ ἀκτὶς ἡλίου δι᾿ ὀπῆς εἰσελθοῦσα ἐν οἴκῳ πάντα φωτίζει, ὡς καὶ τὸν λεπτότατον ὁρᾷν τότε κονιορτὸν πετόμενον· οὕτως καὶ ὁ φόβος Κυρίου ἐν καρδίᾳ γενόμενος πάντα αὐτῇ τὰ αὐτῆς ἁμαρτήματα ὑποδείκνυσιν.

Ὥσπερ οἱ λεγόμενοι καρκῖνοι εὐεπιχείρητοι τυγχάνουσιν, διὰ τὸ, ποτὲ μὲν ἔμπροσθεν βαίνειν, ποτὲ δὲ ὄπισθεν· οὕτως καὶ ψυχὴ, ποτὲ μὲν γελῶσα, ποτὲ δὲ πενθοῦσα, ποτὲ δὲ τρυφῶσα, οὐδὲν ὠφελῆσαι δύναται.

Ὥσπερ οἱ ὑπνώττοντες εὐχερῶς συλῶνται· οὕτως καὶ οἱ πλησίον κόσμου τὴν ἀρετὴν μετερχόμενοι.

Ὥσπερ ὁ λέοντι μαχόμενος ἐὰν ῥεφθῇ τὸ ὄμμα, εὐθέως ἀπόλλυται· οὕτως καὶ ὁ τῇ ἑαυτοῦ σαρκὶ μαχόμενος ἐὰν ταύτην ἀναπαύσῃ.

Ὥσπερ οἱ εἰς κλίμακα ἀναβαίνοντες σαθρὰν κινδυνεύουσιν· οὕτως πᾶσα τιμὴ, καὶ δόξα, καὶ δυναστεία τῇ ταπεινοφροσύνῃ ἀντίκεινται.

Ὡς ἀδύνατον τὸν πεινῶντα μὴ μνημονεύειν ἄρτου· οὕτως ἀμήχανον σωθῆναι τὸν ἐξόδου καὶ κρίσεως μὴ μνημονεύοντα.

Ὥσπερ τὸ ὕδωρ τὰ γράμματα· οὕτως τὸ δάκρυον τὰ πταίσματα ἐξαλείφειν δύναται.

Ὥσπερ τινὰ τῶν γραμμάτων, ἀποροῦντες ὕδατος, δι᾿ ἑτέρων τρόπων ἀπαλείφομεν· οὕτως εἰσὶ καὶ ψυχαὶ ἀποροῦσαι δακρύων, καὶ διὰ λύπης, καὶ στεναγμοῦ, καὶ σκυθρωπότητος πολλῆς ταῦτα ἐκλεαίνουσι, καὶ ἀποξέουσιν.

Ὥσπερ πλῆθος κόπρου πλῆθος σκωλήκων ἐργάζεται· οὕτως πλῆθος βρωμάτων πλῆθος πτωμάτων, καὶ πονηρῶν λογισμῶν, καὶ ἐνυπνίων ἐργάζεται.