Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/521

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10331034
SCALA PARADISI. — GRADUS XXVI.

μὲν ἐγκράτεια, καὶ εὐελπιστία· τὸν δὲ ταπείνωσις, καὶ τὸ μηδένα κρίνειν ἰατρεύειν πεφύκασιν. Οὐ δεῖ θαμβεῖσθαι ἡμᾶς (67) ἢ ξενίζεσθαι ὁρῶντας πονηρὰ μέν τινας ἐργαζομένους ἔργα, ἀγαθοὺς δὲ λόγους προφέροντας· ἐπεὶ καὶ τὸν ἐν τῷ παραδείσῳ ὄφιν ἐκεῖνον ἡ οἴησις ἀπώλεσεν ὑψώσασα, τύπος σοι καὶ κανὼν ἔστω οὗτος ἐν πάσαις σου ταῖς ἐγχειρήσεσι, καὶ πολιτείαις, ὑποτακτικαῖς τε καὶ ἀνυποτάκτοις (68), ὁρωμέναις τε καὶ νοουμέναις, εἰ κατὰ Θεὸν κυρίως καθεστήκασι· λέγω δὴ, ὁπόταν τὸ οἱονοῦν ἐπιτηδεύωμεν (69), οἱ εἰσαγόμενοι λέγω, ἐγχείρημα, καὶ μὴ ἐκ τῆς τούτου ἐργασίας ταπείνωσιν, ἧς κεκτήμεθα, προσλαμβάνωμεν πλέον ἐν ψυχῇ, οὐ δοκεῖ μοι κατὰ Θεὸν ἡμᾶς αὐτὸ κατεργάζεσθαι, εἰ μικρὸν ἢ μέγα καθέστηκεν. Ἐν μὲν γὰρ ἡμῖν τοῖς νηπιωδεστέροις αὕτη ἡ τοῦ Κυριακοῦ θελήματος πληροφορία (70)· ἐν δὲ μέσοις, ἡ τῶν πολέμων ἴσως ἀναχώρησις· ἐν δὲ τελείοις, ἡ τοῦ θείου φωτὸς προσθήκη καὶ περιουσία. Τὰ μὲν μικρὰ παρὰ τοῖς μεγάλοις (71), ἴσως οὐ μικρά· τὰ δὲ μεγάλα παρὰ τοῖς μικροῖς οὐ πάντως τέλεια. Ἀὴρ μὲν καθαρθεὶς νεφελῶν, φαιδρὸν ὑπέδειξεν ἥλιον· καὶ ψυχὴ προλήψεων ἀφέσεως ἀξιωθεῖσα (72) πάντως θεῖον φῶς ἑώρακεν. Ἄλλο ἁμαρτία (73), καὶ ἄλλο ἀργία, καὶ ἄλλο ἀμέλεια· καὶ ἕτερον πάθος, καὶ ἄλλο πτῶμα. Ὁ δυνάμενος ἐν Κυρίῳ ζητεῖν, ζητείτω σαφῶς. Τινὲςτὸ θαυματουργικὸν καὶ ὁρώμενον ἐν τοῖς πνευματικοῖς χαρίσμασιν ὑπὲρ πάντα μακαρίζουσιν, ἀγνοοῦντες πολλὰ εἶναι τούτου ὑπέρτερα καὶ ἀπόκρυφα· διὸ καὶ μένουσιν ἄπτωτα. Ὁ μὲν τελείως καθαρθεὶς, αὐτὴν, ἢ καὶ οὐκ αὐτὴν τὴν ψυχὴν, ἐν ποίοις διάκειται τοῦ πλησίον ὁρᾷ. Ὁ δὲ προκόπτων ἔτι, διὰ τοῦ σώματος ταύτην τεκμαίρεται. Πῦρ (74) μικρὸν πολλάκις πᾶσαν τὴν ὕλην ἐκάθηρεν, ὥσπερ καὶ ὀπὴ μικρὰ ὅλον τὸν κόπον διέφθειρεν. Ἔστιν ἀνάπαυσις τῇ ἐχθρᾷ τὴν τοῦ νόου δύναμιν διυπνίζουσα, καὶ πύρωσιν μὴ διεγείρουσα· καὶ ἔστι πολλὴ κατάτηξις ἴσως, καὶ τὰς κινήσεις κινήσασα, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ ἀγνώστως τὴν ζῶσαν θανατοῦντι. Ὅταν τινὰς ἡμᾶς κατὰ Κύριον ἀγαπῶντας ὀψόμεθα (75), ἐν ἐκείνοις μάλιστα τὸ ἀπαῤῥησίαστον φυλάξωμεν· οὐδὲν γὰρ οὕτως διαλύει ἀγάπην, ὡς ἡ παῤῥησία πέφυκε, καὶ μῖσος ἐργάζεσθαι. Νοερὸν καὶ λίαν περικαλλὲς τὸ τῆς ψυχῆς ὄμμα, καὶ πᾶσαν ἰδέαν μετὰ τὰς ἀσωμάτους οὐσίας ὑπεραῖρον· ὅθεν καὶ ἐμπαθεῖς πολλάκις τὰ ἐν ἑτέραις ψυχαῖς ἐξ ἀγάπης πολλῆς τῆς πρὸς αὐτὰς νοήματα ἐπιγνῶναι ἠδυνήθησαν· καὶ μάλιστα ὅτε ὑπὸ τῆς πηλοῦ μὴ καταποντίζονται ῥυπούμενοι· εἰ οὐδὲν τῷ ἀΰλῳ φύσει ὡς τὸ ἔνυλον ἀνθέστηκεν (76)· ὁ ἀναγινώσκων νοείτω· αἱ παρατηρήσεις ἐν μὲν τοῖς κατὰ κόσμον ἀνθεστήκασι τῇ τοῦ Θεοῦ προνοίᾳ· ἐν ἡμῖν δὲ τῇ νοερᾷ γνώσει. Οἱ μὲν τῇ ψυχῇ ἀσθενεῖς ἐκ τῶν τοῦ σώματος περιστάσεων (77), καὶ κινδύνων, καὶ τῶν ἐκτὸς περισπασμῶν, τὴν πρὸς αὐτοὺς ἐπίσκεψιν τοῦ