Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/522

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Κυρίου γνωριζέτωσαν· οἱ δὲ τέλειοι ἐκ τῆς τοῦ Πνεύματος παρουσίας, καὶ τῆς τῶν χαρισμάτων προσθήκης· ἔστι δαίμων ἐπὰν ἐν τῇ κλίνῃ ἀναπέσωμεν, πρὸς ἡμᾶς παραγενόμενος, καὶ πονηραῖς ἡμᾶς καὶ ῥυπαραῖς κατατοξεύων ἐνθυμήσεσιν, ἵνα τῇ ὀκνηρίᾳ εἰς προσευχὴν τότε κατ᾿ αὐτοῦ μὴ ὁπλισάμενοι ἐν ῥυπαραῖς ἐννοίαις ἀφυπνώσαντες, ῥυπαρὰ καὶ τὰ ἐνύπνια κτησώμεθα. Ἔστιν πνευμάτων, πρόδρομος καλούμενος, ἐξ ὕπνου ἡμᾶς εὐθέως δεχόμενος, καὶ τὴν πρωτόνοιαν ἡμῶν καταμολύνων. Δίδου σῆς ἡμέρας ἀπαρχὰς Κυρίῳ. Τοῦ γὰρ προποιοῦντος ἔσται (78).


Ἀξιάκουστόν μοι λόγον ἐργάτης ἄριστος ἔφρασεν. Ἐξ αὐτῆς γὰρ, μοὶ ἔφη, τῆς πρωΐας τὸν ἅπαντά μου δρόμον τῆς ἡμέρας προεπίσταμαι. Πολλαὶ καὶ τῆς εὐσεβείας καὶ ἀπωλείας αἱ ὁδοιπορίαι· διόπερ πολλάκις ὁ τῷ ἑτέρῳ ἀντιτασσόμενος, ἄλλῳ γνησίως συνέρχεται, καὶ ὁ τῶν ἀμφοτέρων σκοπός ἐστι Κυρίῳ εὐάρεστος (79). Παλαίουσι μὲν οἱ δαίμονες ἐπὶ τοῖς συμβαίνουσιν ἡμῖν πειρασμοῖς ἢ λέξαι ἡμᾶς ἢ πράξαι ἄτοπον. Καὶ ὅταν μὴ ἰσχύσωσιν, ἠρέμα ἐπιστάντες ὑπερήφανον ἡμῖν εὐχαριστίαν πρὸς Θεὸν ὑποτίθενται· οἱ μὲν τὰ ἄνω φρονήσαντες, χωριζόμενοι ἄνω μερικῶς ἀνέρχονται (80)· οἱ δὲ τὰ κάτω, κάτω πάλιν πορεύονται· τῶν γὰρ χωριζομένων οὐδὲν λοιπὸν μέσον ἵσταται. Ἓν τῶν κτισμάτων ἐν ἑτέρῳ καὶ οὐκ ἐν ἑαυτῷ τὸ εἶναι εἴληφε· καὶ θαῦμα πῶς ἐκτὸς τοῦ ἐν ᾧ τὸ εἶναι ἐκομίσατο, συνίστασθαι πέφυκε. Τὰς μὲν εὐσεβεῖς θυγατέρας αἱ μητέρες τίκτουσι, τὰς δὲ μητέρας ὁ Κύριος, καὶ ἐπὶ τῶν ἐναντίων τῷ προειρημένῳ κανόνι ὁρίσαι οὐκ ἄσοφον. Δειλὸς εἰς πόλεμον μὴ ἐξιέτω, Μωυσῆς, μᾶλλον δὲ Θεὸς παρακελεύεται, μήπως γένηται ἡ ἐσχάτη πλάνη τῆς ψυχῆς ὑπὲρ τὴν πρώτην πτῶσιν τοῦ σώματος, καὶ εἰκότως. Φῶς μὲν τῶν τοῦ σώματος πάντων ἄρθρων οἱ αἰσθητοὶ ὀφθαλμοί· φῶς δὲ νοερὸν ἀρετῶν τῶν θείων διάκρισις.