Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/517

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10251026
SCALA PARADISI. — GRADUS XXVI.

συμβαίνοντα (43), ἤτε ὁρατὰ, ἤτε ἀόρατα, ἔστι καὶ καλῶς, καὶ ἐμπαθῶς, καὶ μέσως καταδέξασθαι. Εἶδον τρεῖς ἀδελφοὺς ζημιωθέντας· καὶ ὁ μὲν ἠγανάκτει, ὁ δὲ ἔμεινεν ἄλυπος, ὁ δὲ πολλὴν τὴν χαρὰν προσελάβετο. Εἶδον παρὰ γεωργοῖς ἓν σπέρμα παρ᾿ ἀμφοτέροις καταβαλλόμενον, ἀλλὰ σκοπὸν οἰκεῖον ἕκαστος ἐκέκτητο· ὁ μὲν, ἵνα τὰ ἑαυτοῦ ἀποδώσει χρέη· ὁ δὲ ἵνα πλοῦτον ἑαυτῷ θησαυρίσῃ· ὁ δὲ ἵνα δώροις τὸν Δεσπότην τιμήσῃ· ὁ δὲ ἕτερος, ἵνα ἐπὶ τῇ καλοεργίᾳ τὸν παρὰ τῶν παρερχομένων ἐν τῇ ὁδῷ τοῦ βίου ἔπαινον θηράσῃ (44)· ὁ δὲ ἵνα αὐτὸν ἑαυτοῦ ἐχθρὸν ζηλώσαντα θλίψῃ (45)· ὁ δὲ, ἵνα μὴ ὡς ἀργὸς παρὰ τῶν ἀνθρώπων ὀνειδίζηται (46). Αὗται αἱ τῶν γεωργῶν τοῦ σπόρου προσηγορίαι· νηστεία, ἀγρυπνία, ἐλεημοσύνη, διακονίαι, καὶ τὰ ὅμοια. Τοὺς δὲ σκοποὺς προθύμως ἐν Κυρίῳ οἱ ἀδελφοὶ βασανίσουσιν (47), ὥσπερ ὕδωρ ἐκ πηγῶν ἀπαντλοῦντες (48), ἔστιν ὅτε λεληθότως, καὶ τὸν λεγόμενον βάτραχον συνηντλήσαμεν. Οὕτως καὶ τὰς ἀρετὰς μετερχόμενοι πολλάκις συμπεπλεγμένας αὐταῖς ἀφανῶς τὰς κακίας μετερχόμεθα· οἷόν τι λέγω· τῇ ξενοδοξία ἡ γαστριμαργία συμπέπλεκται (49)· τῇ ἀγάπῃ ἡ πορνεία· τῇ διακρίσει ἡ δεινότης (50)· τῇ φρονήσει ἡ πονηρία· τῇ πραΰτητι ἡ ὑπουλότης, καὶ νωθρότης, καὶ ὀκνηρία, καὶ ἀντιλογία, καὶ ἰδιορυθμία, καὶ ἀνηκοΐα· τῇ σιωπῇ τῆς διδασκαλίας ὁ ὄγκος· τῇ χαρᾷ οἴησις· τῇ ἐλπίδι ἡ ὀκνηρία· τῇ ἀγάπῃ πάλιν τὸ κατακρίνειν· τῇ ἡσυχίᾳ ἡ ἀκηδία καὶ ὀκνηρία· τῇ ἁγνείᾳ ἡ πικρία· τῇ ταπεινοφροσύνῃ ἡ παῤῥησία· τούτοις δὲ πᾶσιν, ὥσπερκοινὸν κολούριον, μᾶλλον δὲ δηλητήριον ἡ κενοδοξία συνέπεται. Μὴ λυπηθῶμεν αἰτούμενοι τὸν Κύριον αἰτήματα, καὶ ἐπὶ χρόνους μὴ εἰσακουόμενοι. Ἐβούλετο γὰρ Κύριος πάντας ἀνθρώπους ἐν μιᾷ καιροῦ ῥοπῇ ἀπαθεῖς γενέσθαι. Πάντες οἱ αἰτούμενοι ἐκ Θεοῦ τὰ αἰτήματα, καὶ μὴ λαβόντες, διὰ μίαν τούτων τῶν αἰτιῶν πάντως οὐ κομίζονται, ἢ ὅτι πρὸ καιροῦ αἰτοῦσιν, ἢ ὅτι ἀναξίως αἰτοῦσι, καὶ κενοδόξως, ἢ ὅτι λαμβάνοντες ἐπαρθῆναι ἔμελλον, ἢ ἀμελεῖν λοιπὸν μετὰ τὸν τοῦ αἰτήματος κτῆσιν. Ὅτι μὲν ἀναχωροῦσιν οἱ δαίμονες, καὶ τὰ πάθη ἐκ τῆς ψυχῆς, ἢ καιρῷ τινι, ἢ διηνεκῶς, οὐδεὶς ἀμφιβάλλει, οἶμαι. Τὸ δὲ ἐκ πόσων τρόπων ἡ τούτων ἀναχώρησις ἐξ ἡμῶν γίνεται ὀλίγοι ἐπίστανται. Ἀνεχώρησαν τὰ πάθη ἔκ τινων οὐ μόνον πιστῶν, ἀλλὰ καὶ ἀπίστων, ἐκτὸς ἑνὸς (51), ἐκεῖνο μόνον καταλιπόντα αὐτοῖς ὡς κακόν τι πρωτεῦον, καὶ τὸν τόπον πάντων ἀναπληροῦν, εἴπερ τοιαύτην κέκτηται τὴν βλάβην, ὡς καὶ ἐξ οὐρανοῦ κατενέγκαι. Ἀναλίσκεται ὕλη πυρὶ θείῳ δαπανωμένη (52), καὶ τῆς ψυχῆς ἐκριζουμένη. Ὑποχωροῦσι δαίμονες ἑκουσίως, ἀμεριμνῆσαι παρασκευάζοντες, καὶ αἰφνίδιον τὴν ἀθλίαν ψυχὴν ἁρπάζοντες, καὶ εἰς ἄκρον ποιωθῆναι τοῖς πάθεσι παρασκευάζοντες, ὡς ἐντεῦθεν αὐτεπίβουλον οὖσαν λοιπὸν καὶ αὐτοπολέμιον. Οἶδα καὶ ἄλλην ὑποχώρησιν τῶν θηρίων μετὰ τὸ τελείως συνηθίσαι τὴν ψυχὴν (53), καὶ ὑπόδειγμα τοῦ εἰρημένου τὰ νήπια· μετὰ γὰρ τὴν μακρὰν συνήθειαν, καὶ χωρὶς μαζοῦ, ἐκ τῶν οἰκείων δακτύλων θηλάζουσιν. Οἶδα καὶ πέμπτην ἐν τῇ ψυχῇ