Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/518

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10271028
S. JOANNIS CLIMACI

ἀπάθειαν, ἔτι ἐξ ἁπλότητος πολλῆς καὶ ἀκεραιότητοςἐπαινουμένους συνισταμένη. Δικαία γὰρ ἡ βοήθεια τοῖς τοιούτοις παρὰ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ, καὶ ἀνεπαισθήτως αὐτοὺς τῶν κακῶν ἀπαλλάττοντες· εἴπερ καὶ τὰ νήπια ἐκδυθέντα οὐ πάνυ γινώσκουσι. Κακία μὲν (54), ἢ πάθος φυσικῶς ἐν τῇ φύσει οὐ πέφυκεν οὐκ ἔστι γὰρ κτιστὴς παθῶν ὁ Θεός· ἀρεταὶ δὲ φύσει καὶ πολλαὶ ἐν ἡμῖν παρ᾿ αὐτοῦ γεγόνασιν, ἐξ ὧν εἰσι καὶ αὗται σαφῶς· ἡ ἐλεημοσύνη, εἴπερ καὶ Ἕλληνες συμπαθοῦσιν· ἡ ἀγάπη, εἴπερ καὶ τὰ ἄλογα ζῶα πολλάκις ἐπὶ τῇ στερήσει ἀλλήλων ἐδάκρυσαν. Ἡ πίστις· πάντες γὰρ ἐξ ἑαυτῶν ταύτην ἀποτίκτομεν· ἐλπὶς, ἐπεὶ καὶ δανειζόμενοι, καὶ πλέοντες, καὶ σπείροντες πλουτῆσαι ἐλπίζομεν.

Εἰ τοίνυν, ὡς ἀποδέδεικται, ἡ ἀγάπη φύσει καὶ ἀρετὴ ἐν ἡμῖν καθέστηκε, σύνδεσμος δὲ καὶ πλήρωμα νόμου αὕτη, οὐκοῦν οὐ πόῤῥω τῆς φύσεως αἱ ἀρεταὶ καθεστήκασι, καὶ αἰσχυνθείησαν οἱ ἀδυναμίαν ἐπὶ τῇ τούτων ἐργασίᾳ προβαλλόμενοι. Ὑπὲρ φύσιν ἁγνεία, ἀοργησία, ταπεινοφροσύνη, προσευχὴ, ἀγρυπνία, νηστεία, κατάνυξις διηνεκής. Τούτων τῶν μὲν ἄνθρωποι (55), τῶν δὲ ἄγγελοι, τῶν δὲ αὐτὸς ὁ Θεὸς Λόγος καθέστηκε διδάσκαλος καὶ δοτήρ· συγκρίσει κακῶν δεῖ ἡμᾶς τὸ κουφότερον ἐκλέξασθαι. Οἷον πολλάκις ἐν προσευχῇ παρισταμένων ἡμῶν, πρὸς ἡμᾶς ἀδελφοὶ παρεγένοντο· καὶ δυοῖν θάτερον, ἢ τὴν προσευχὴν καταλιπεῖν, ἢ τὸν ἀδελφὸν ἀναπόκριτον ἀπελθόντα λυπῆσαι. Μείζων ἀγάπη προσευχῆς· ἡ μὲν γὰρ μερικὴ, ἡ δὲ περιεκτικὴ πασῶν καθέστηκε. Πάλαι ἐν πόλει ἢ κώμῃ παραγενόμενός ποτε, ἔτινέος ὢν, ὑπὸ λογισμῶν γαστριμαργίας καὶ κενοδοξίας ὁμοθυμαδὸν ἐπὶ τραπέζης καθήμενος κατελήφθην, καὶ μέντοι τὴν ἀπόγονον τῆς κοιλιομανίας δεδοικὼς (56), τῇ κενοδοξίᾳ ἡττήθην μᾶλλον. Ἔγνων ἐγὼ τὸν τῆς γαστριμαργίας δαίμονα πολλάκις, τὸν τῆς κενοδοξίας νικήσαντα ἐν τοῖς νέοις· καὶ εἰκότως (57)· παρὰ μὲν τοῖς ἐν κόσμῳ ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία, παρὰ δὲ μοναχοῖς ἡ γαστριμαργία· ἔστι παρὰ τοῖς πνευματικοῖς πολλάκις τινὰ εὐτελέστατα πάθη ἐκ Θεοῦ οἰκονομικῶς καταλιμπανόμενα· ἵνα δι᾿ εὐτελῶν τινων, καὶ ἀναμαρτήτων ἑαυτοὺς λίαν καταμεμφόμενοι, πλοῦτον ἄσυλον ταπεινοφροσύνης κτήσωνται· οὐκ ἔστι ἐν προοιμίοις ταπείνωσιν κτήσασθαι ἀνυποτάκτως διάγοντα (58), εἴπερ πᾶς ὁ ἰδιορύθμως τέχνην μεμαθηκὼς φαντάζεται.

Ἐν δυσὶν ἁπάσαις γενικωτάταις ἀρεταῖς οἱ Πατέρες τὴν πρακτικὴν ὁρίζονται, καὶ εἰκότως. Ἡ μὲν γὰρ ἀναιρετικὴ τῶν ἡδονῶν καθέστηκεν· ἡ δὲ τὴν