Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/515

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10211022
SCALA PARADISI. — GRADUS XXVI.

γωνται. Εἰ γὰρ τὸ φῶς σκότος γίνεται (28), τὸ σκότος, ἤγουν, οἱ κατὰ κόσμον, πόσον σκοτισθήσονται; Εἰ ἄρα ἐμοὶ πείθεσθε, οἱ πειθόμενοι, μᾶλλον δὲ οἱ βουλόμενοι, καλὸν ἡμᾶς μὴ ποικίλλειν ἑαυτοὺς, καὶ τὴν ἀθλίαν ἡμῶν ψυχὴν διαμερίζειν, καὶ πολεμεῖν χιλίαις χιλιάσι, καὶ μυρίαις μυριάσιν ἐχθρῶν· οὐ γὰρ ἐξαρκέσομεν πάσας αὐτῶν τὰς πανουργίας καταμαθεῖν, ἢ ὅλως εὑρεῖν. Τῇ Τριάδι· τῇ ἁγίᾳ κατὰ τῶν τριῶν (29), διὰ τῶν τριῶν ὁπλισώμεθα. Εἰ δὲ μὴ, πολλοὺς κόπους ἑαυτοῖς (30) προξενήσομεν· ὄντως ἐὰν καὶ ἐν ἡμῖν γένηται, ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, διαβήσεται πάντως καὶ ὁ ἡμῶν Ἰσραὴλ, ἤγουν νοῦς ὁρῶν Θεὸν, αὐτὴν ἀκυμάντως, καὶ ὄψεται τοὺς Αἰγυπτίους ἐν τῷ ὕδατι τῶν δακρύων ἀποπνιγέντας· ἐκείνου δὲ ἐν ἡμῖν μὴ ἐνδημοῦντος, ἤχους κυμάτων αὐτῆς, ἤγουν τῆς σαρκὸςταύτης τίς ὑποστήσεται; Ἐὰν ἀναστῇ ἐν ἡμῖν ὁ Θεὸς διὰ πράξεως (31), διασκορπισθήσονται οἱ ἐχθροὶ αὐτοῦ, καὶ ἐὰν διὰ θεωρίας προσπελάσωμεν αὐτῷ, Φεύξονται οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ καὶ ἡμῶν. Ἱδρῶτι μᾶλλον (32), καὶ μὴ ψιλῷ λόγῳ, τὰ θεῖα μανθάνειν σπουδάσωμεν. Οὐ γὰρ λόγους, ἀλλ᾿ ἔργα ἐν καιρῷ ἐξόδου χρεία ἐνδείξασθαι. Οἱ θησαυρὸν κεκρυμμένον ἀκούσαντες ἐν τῷ τόπῳ, ζητοῦσι, καὶ ἐκ τῆς ζητήσεως τὸ εὑρεθὲν μετὰ πόνου φυλάττουσιν· οἱ γὰρ ἀπόνως πλουτήσαντες σκορπίζουσι (33). Δυσχερὲς μὲν τὸ τῶν προλήψεων εὐχερῶς περιγενέσθαι (34)· οἱ δὲ ἔτι ταύταις προστιθέναι μὴ παυόμενοι, ἢ ἑαυτῶν ἀπεγνώκασιν, ἣ οὐδὲν ἐκ τῆς ὑποταγῆς ὠφελήθησαν. Πλὴν οἶδα, ὅτι ὁ Θεὸς πάντα δύναται· ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν.

Δυσδιάκριτόν μοί τινες θεώρημα ἐπηπόρησαν, καὶ τοὺς κατ᾿ ἐμὲ πάντας ὑπερβαῖνον, οὐδενὶ δὲ τῶν εἰς ἐμὲ ἐληλυθότων δέλτων περιεχόμενον λέγοντες. Ποῖοι τῶν ὀκτὼ λογισμῶν ἰδιαιρέτως ἀπόγονοι τυγχάνουσι; ἢ ποῖος τοιούτων πέντε ἐκ τῶν τριῶν τῶν προστατῶν γεννήτωρ καθέστηκεν; Ἐγὼ δὲ πρὸς τὴν ἀπορίαν ἐπαινέτην ἄγνοιαν προβαλόμενος, παρὰ τῶν πανοσίων ἀνδρῶν ἔμαθον οὕτως. Μήτηρ μὲν πορνείας γαστριμαργία, ἀκηδίας δὲ κενοδοξία· λύπη δὲ τῶν τριῶν τούτων γέννημα, ὥσπερ καὶ ὀργή· ὑπερηφανίας δὲ μήτηρ κενοδοξία. Ἐγὼ δὲ πάλιν πρὸς τοὺς ἀειμνήστους ἐκείνους ἀποκρινόμενος ἔφασκον, λιπαρῶν μανθάνειν λοιπὸν καὶ τῶν ὀκτὼ γεννήματα, καὶ ποῖον ποίου ὑπάρχει κύημα. Ἐδίδασκον δὲ εὐμενῶς οἱ ἀπαθεῖς λέγοντες, μὴ εἶναι τάξιν ἢ σύνεσιν ἐν ἀσυνέτοις· πᾶσαν δὲ ἀταξίαν καὶ ἀκαταστασίαν· καὶ πιθόντες οἱ μακάριοι πιθανοῖς ὑποδείγμασιν ἔλεγον, εἰς μέσον προενεγκόντες πιθανὰς ἀποδείξεις καὶ πλείονας, ἐξ ὧν τινα ἐν τῷ παρόντι λόγῳ συντάττομεν, ἵνα ἐξ ἐκείνων λοιπὸν καὶ περὶ τῶν λοιπῶν φωτισθῶμεν. Οἷόν τι λέγω· Ὁ γέλως, ὁ ἄκαιρος (35), ποτὲ μὲν ἐκ πορνείας δαίμο-