Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/426

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κατελάβετο τούτους· εἴπερ «ἄφετε συντόμως, καὶ ἀφεθήσεται ἡμῖν πλουσίως·» τῆς γνησίας ἡ ἀμνησικακία τεκμήριον· ὁ δὲ ταύτην κατέχων, καὶ μετανοεῖν δοκῶν, ὅμοιός ἐστι τῷ καθ᾿ ὕπνους τρέχειν δοκοῦντι. Εἶδον μνησικάκους περὶ ἀμνησικακίας· ἄλλοις μνησικάκοις (6) παραινέσαντες καὶ τοὺς οἰκείους λόγους (7) ἐντραπέντες, τοῦ πάθους ἐπαύσαντο. Μηδεὶς ψιλὸν πάθος τὴν ἐσκοτισμένην ταύτην ὑπονοήσοιτο· πέφυκε γὰρ πολλάκις καὶ μέχρι τῶν πνευματικῶν ἀνδρῶν ἐπεκτείνεσθαι.

Βαθμὸς ἔννατος ὁ κτησάμενος, παῤῥησίᾳ λοιπὸν τὴν λύσιν τῶν πταισμάτων αἰτείτω παρὰ τοῦ Σωτῆρος Ἰησοῦ.