Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/427

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.



ΛΟΓΟΣ Ιʹ.
Περὶ καταλαλιᾶς.

Οὐδεὶς τῶν εὐφρονούντων ἀντείπῃ, οἶμαι, μὴ ἐκ Οὐδεὶς τῶν εὐφρονούντων ἀντείπῃ, οἶμαι, μὴ ἐκ μίσους καὶ μνησικακίας τὴν καταλαλιὰν τίκτεσθαι· διὸ καὶ μετὰ τοὺς αὐτῆς προγόνους ὡς ἐν εἱρμῷ τέτακται. Καταλαλιά ἐστιν ἀποκύημα μίσους· λεπτὴ νόσος, παχεία, κεκρυμμένη καὶ λανθάνουσα βδέλλα, ἀγάπης ἐκδαπανῶσα καὶ ἐξαφανίζουσα αἷμα· ἀγάπης ὑπόκρισις· καρδίας ῥύπου καὶ βάρους πρόξενος· ἀφανισμὸς ἁγνείας. Ὥσπερ εἰσὶ νεάνιδες (1) ἀπηρυθριασμένως τὰ κακὰ πράττουσαι· εἰσὶ δὲ ἕτεραι λεληθότως καὶ αἰδεστικωτέρως χαλεπώτερα τῶν προτέρων ἐπιτελοῦσαι· οὕτως καὶ ἐπὶ τῶν παθῶν τῆς ἀτιμίας ἔστιν ἰδεῖν. Αἱ πλείους ὕπουλοι νεάνιδες ὑπόκρισις, πονηρία, λύπη, μνησικακία, καταλαλιὰ καρδίας, ἄλλα μὲν τῷ δοκεῖν ὑποτιθέμεναι, ἄλλα δὲ ἀποβλέπουσαι. Ἤκουσα (2) καταλαλούντων, καὶ ἔπληξα, καὶ τοῦτο πρὸς ἀπολογίαν οἱ τοῦ κακοῦ ἐργάται ἀπεκρίναντο· ὡς ἐξ ἀγάπης καὶ φροντίδος τοῦ καταλαλουμένου τοῦτο ποιοῦσιν. Ἐγὼ δὲ αὐτοῖς· Παύσασθε, ἔφην, τῆς τοιαύτης ἀγάπης· ἵνα μὴ ψεύσηται ὁ εἰρηκώς· Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἰ λέγεις ἀγαπᾷν, εὔχου λεληθότως, καὶ μὴ σκῶπτε τὸν ἄνδρα· οὗτος γὰρ ὁ τρόπος δεκτὸς παρὰ Κυρίῳ. Μὴ δὲ τοῦτό σε λανθανέτω, καὶ πάντως ἐκνήψεις τοῦ μὴ κρίνειν τὸν πταίοντα. Ἰούδας ἐν τῷ χορῷ τῶν μαθητῶν ἦν, ὁ δὲ λῃστὴς ἐν τῷ χορῷ τῶν φονευτῶν· καὶ θαῦμα πῶς ἐν μιᾷ ῥοπῇ ἡ ἀντικαταλλαγὴ γέγονεν. Εἴ τις καταλαλιᾶς πνεῦμα νικῆσαι βούλεται, μὴ τῷ πταίοντι, ἀλλὰ τῷ ὑποβάλλοντι δαίμονι τὴν μέμψιν ἐπιγραφέτω· οὐδεὶς γὰρ θέλει εἰς Θεὸν ἁμαρτῆσαι, εἰ καὶ ἀβίαστος πᾶς ἡμῶν τυγχάνει. Εἶδον προφανῶς ἁμαρτήσαντα, καὶ λεληθότως μετανοήσαντα, καὶ ὃν κατέκρινα ὡς πόρνον,