Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/386

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
763764
S. JOANNIS CLIMACI



ΛΟΓΟΣ Εʹ.
Περὶ μετανοίας μεμεριμνημένης καὶ ἐναργοῦς, ἐν ᾖ παὶ βίος τῶν ἁγίων καταδίκων· καὶ περὶ τῆς φυλακῆς.

Μετάνοιά ἐστιν ἀνάκλησις βαπτίσματος. Μετάνοια, ἐστὶ συνθήκη πρὸς Θεὸν δευτέρου βίου. Μετάνοιά ἐστι ταπεινώσεως ἀγοραστής. Μετάνοιά ἐστι σωματικῆς κατακλήσεως διηνεκὴς ἀνελπιστία. Μετάνοιά ἐστι αὐτοματόκριτος λογισμὸς, καὶ ἀμέριμνος αὐτομέριμνος (2). Μετάνοιά ἐστι θυγάτηρ ἐλπίδος, καὶ ἄρνησις ἀνελπιστίας. Μετανοῶν ἐστι κατάδικος ἀκαταίσχυντος. Μετάνοιά ἐστι διαλλαγὴ Κυρίου, διὰ τῆς τῶν ἐναντίων τοῖς πταίσμασιν ἀγαθῶν ἐργασίας. Μετάνοιά ἐστι συνειδότος καθαρισμός. Μετάνοια ἑκούσιος πάντων τῶν θλιβερῶν ὑπομονή. Μετανοῶν ἐστι δημιουργὸς οἰκείων κολάσεων. Μετάνοιά ἐστι θλίψις γαστρὸς ἰσχυρὰ, καὶ ψυχῆς πλῆξις ἐν αἰσθήσει κραταιᾷ. Συνδράμετε, καὶ προσέλθετε, δεῦτε καὶ ἀκούσετε, καὶ διηγήσομαι ὑμῖν· πάντες οἱ τὸν Θεὸν παροργίσαντες, ἀθροίσθητε καὶ ἴδετε, ὅσα πρὸς οἰκοδομὴν ὑπέδειξε τῇ ψυχῇ μου. Προτάξωμεν καὶ προτιμήσωμεν τετιμημένων ἀτίμων ἐργατῶν διήγησιν. Ἀκούσωμεν καὶ φυλάξωμεν, καὶ ποιήσωμεν, ὅσοι τι ἀδόκιμον πτῶμα πεπόνθαμεν. Ἀνάστητε καὶ καθίστατε, οἱ διὰ τῶν πτωμάτων κατακείμενοι. Προσέχετε, ἀδελφοί μου, τούτῳ τῷ λόγῳ μου· κλίνατε τὸ οὖς ὑμῶν οἱ τὸν Θεὸν πάλιν ἑαυτοῖς δι᾿ ἐπιστροφῆς ἀληθοῦς διαλλάξαι βουλόμενοι. Ἀκούσας ἐγὼ ὁ ἀσθενὴς μεγάλην τινὰ καὶ ξένην εἶναι τὴν κατάστασιν καὶ τὴν ταπείνωσιν τῶν ἐν τῇ μονῇ τῇ ἰδιαζούσῃ τῇ λεγομένῃ φυλακῇ, τῇ ὑποκειμένῃ τῷ προμνημονευθέντι φωστῆρι ἐκείνῳ τῶν φωστήρων, ἐκεῖσέ μου ἔτι ὄντος [ἔτι ὢν], ἱκέτευσα τὸν δίκαιον παραγενέσθαι με ἐκεῖσε· καὶ δὴ εἶξεν ὁ μέγας, μηδ᾿ ὅλως ποτὲ ψυχὴν λυπῆσαι θέλων. Παραγενόμενος οὖν ἐγὼ ἐπὶ τῇ τῶν μετανοούντων μονῇ, καὶ ὄντως πενθούντων χώρᾳ, ἑώρακα ἀληθῶς, εἰ μὴ τολμηρὸν εἰπεῖν,