Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/387

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
765766
SCALA PARADISI.—GRADUS V.

ἃ ὡς ἔτυχεν ὀφθαλμὸς ἀνθρώπου ἀμελοῦς οὐκ εἶδε, καὶ οὖς ῥᾳθύμου οὐ δέχεται, καὶ ἐπὶ καρδίαν ὀκνηροῦ οὐκ ἀνέβη· πράγματα καὶ ῥήματα τὸν Θεὸν δυνάμενα βιάσασθαι, ἐπιτηδεύματά τε καὶ σχήματα τὴν αὐτοῦ φιλανθρωπίαν συντόμως κατακάμπτοντα. Τοὺς μὲν τῶν ὑπευθύνων ἐκείνων τῶν ἀνευθύνων παννυχὶ μέχρι πρωΐας ἱσταμένους αἰθρίους, τοὺς πόδας ἀκινήτους ἔχοντας, καὶ τῷ ὕπνῳ ἐλεεινῶς κατακλονουμένους [κατακλωμένους] τῇ βίᾳ ταύτης τῆς φύσεως, καὶ μηδεμίαν ἀνάπαυσιν αὑτοῖς χαριζομένους· ἀλλ᾿ ἑαυτοὺς ἐπιπλήσσοντας καὶ ἀτιμίαις καὶ ὕβρεσι διυπνίζοντας· ἄλλους εἰς οὐρανὸν ἀτενίζοντας, καὶ τὴν ἐκεῖθεν βοήθειαν μετ᾿ ὀδυρμῶν καὶ βοῶν ἐπικαλουμένους· ἑτέρους ἐν (3) προσευχῇ παρισταμένους, καὶ ὄπισθεν ἑαυτῶν καταδίκων δίκην τὰς χεῖρας συνδήσαντας, εἰς γῆν τε τὸ σκοτεινὸν αὐτῶν πρόσωπον κλίναντας, καὶ ἀναξίους ἑαυτοὺς τῆς εἰς οὐρανὸν ἀναβλέψεως καταδικάσαντας. μηδέ τι εἰπεῖν, ἢ φθέγξασθαι, ἢ εὔξασθαι πρὸς Θεὸν, ὑπὸ τῆς τῶν λογισμῶν καὶ τοῦ συνειδότος ἀτιμίας εὐποροῦντας, μηδὲ πῶς ἢ πόθεν τὴν ἱκεσίαν ποιήσασθαι εὑρίσκοντας, μόνην (4) ψυχὴν ἄλογον, καὶ νοῦν ἄφωνον τῷ Θεῷ παριστῶντας, σκοτίας πεπληρωμένους, καὶ ψιλῆς ἀπογνώσεως· ἄλλους ἐν τῷ ἐδάφει ἐπὶ σάκκου καὶ σποδοῦ καθημένους, καὶ τὸ πρόσωπον τοῖς γόνασι καλύπτοντας, καὶ τὸ μέτωπον εἰς γῆν τύπτοντας· ἑτέρους τὸ στῆθος διαπαντὸς τύπτοντας, καὶ τὴν ἑαυτῶν (5) ψυχὴν καὶ ζωὴν ἀνακαλουμένους. Οἱ μὲν ἐν ἐκείνοις τὸ ἔδαφος τοῖς δάκρυσιν ἔβρεχον· οἱ δὲ δακρύων ἀποροῦντες ἑαυτοὺς κατέκοπτον. Οἱ μὲν ὡς ἐπὶ ταῖς ἑαυτῶν ψυχαῖς ὠλόλυζον, τὴν συνοχὴν τῆς καρδίας φέρειν μὴ ἰσχύοντες· οἱ δὲ τῇ (6) καρδίᾳ ἔβρυχον, καὶ τῷ στόματι τὸν τοῦ ὀδυρμοῦ ψόφον διεκώλυον. Ἔστι δὲ ὅτε μηκέτι κρατεῖν ἰσχύοντες αἰφνιδίως ἀνέκραζον. Εἶδον ἐγὼ ἐκεῖ τινας ὥσπερ ἑαυτῶν ἐξεστηκότας τῷ ἤθει καὶ τῇ συννοίᾳ ἐννεούς τινας τῇ πολλῇ ἀδημονίᾳ γεγονότας ὅλους ἐσκοτισμένους, καὶ ὥσπερ ἀναισθήτους πρὸς πάντα [κα]τὰ τοῦ βίου τυγχάνοντας, τῷ νοῒ λοιπὸν ἐν τῇ ἀβύσσῳ τῆς ταπεινώσεως καταδύσαντας, καὶ τῷ πυρὶ τῆς ἀθυμίας τὰ τῶν ὀφθαλμῶν δάκρυα ἀποτηγανίσαντας· ἄλλους καθημένους σύννους εἰς γῆν νενευκότας, καὶ τὴν ἑαυτῶν κεφαλὴν ἀδιαλείπτως κινοῦντας, καὶ δίκην λεόντων καρδίας καὶ ὀνύχων [ἐγκάτων] βρύχοντας καὶ στένοντας. Οἱ μὲν ἐν ἐκείνοις ἄφεσιν εὐελπίστως παντελῆ ἐπεζήτουν καὶ ηὔχοντο· ἕτεροι ἀναξίους ἑαυτοὺς τῆς ἀφέσεως ἐκ ταπεινώσεως ἀφάτου κατεδίκαζον, καὶ μὴ ἰσχύειν ἀπολογήσασθαι τῷ Θεῷ ἀνέκραζον. Τινὲς μὲν ἐνταῦθα κολασθῆναι, κἀκεῖ ἐλεηθῆναι ἐδυσώπουν τὸν Κύριον· ἕτεροι συντετριμμένοι ὑπὸ τοῦ βάρους τοῦ