Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/354

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
699700
S. JOANNIS CLIMACI

Μηνᾶ μαθητὴς ἐπληροφόρει ἡμᾶς τὰ κατὰ τὸν ἐπιστάτην [διδάσκαλον]. Διὸ καὶ, φησὶν, ἐμοῦ πολυπραγμονήσαντος αὐτὸν, εἰ ἄρα ἐν τῇ τοιαύτῃ πρὸς τὸν ἡγούμενον γονυκλισίᾳ ὕπνῳ κατηνέχθη, ἐπληροφόρει, φησὶν, ὡς ἅπαν τὸ Ψαλτήριον χαμαὶ κείμενον ἀποστηθίσαι. Οὐ παρίδω ἐγὼ ἐγκαλλωπίσαι τὸν τοῦ λόγου στέφανον καὶ τῷ παρόντι σμαράγδῳ.

Κεκίνηκά ποτε περὶ ἡσυχίας λόγον τισὶ τῶν ἀνδρειοτάτων γερόντων ἐκείνων· οἱ δὲ μειδιῶντι τῷ προσώπῳ, καὶ ἱλαρῷ ἤθει ἀστείως φασὶ πρός με· Ἡμεῖς, ὦ πάτερ Ἰωάννη, ὑλικοὶ ὄντες ὑλικωτέραν καὶ ἀγωγὴν μετερχόμεθα· ἐκεῖνο προκρίναντες, κατὰ τὸ μέτρον τῆς ἑαυτῶν ἀσθενείας καὶ τὸν πόλεμον ὑπελθεῖν· ἄμεινον λογισάμενοι ἀνθρώποις παλαίειν, τοῖς ποτε μὲν ἠγριωμένοις, ποτὲ δὲ μετανοοῦσι, καὶ μὴ δαίμοσι (42) διὰ παντὸς πρὸς ἡμᾶς μαινομένοις καὶ ὁπλιζομένοις. Ἕτερος δὲ αὖθις τῶν ἀειμνήστων, πολλὴν πρός με τὴν κατὰ Θεὸν ἀγάπην καὶ παῤῥησίαν κεκτημένος, φησί μοι μετ᾿ εὐμενείας· Εἰ ἄρασοι πρόσεστι, πάνσοφε, ἡ τοῦ εἰπόντος ἐν αἰσθήσει ψυχῆς ἐνέργεια, ὅτι Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· εἰ Πνεῦμα ἅγιον δρόσου ἁγνείας κατὰ τὴν Παρθένον ἐπῆλθεν ἐπί σε· εἰ δύναμις Ὑψίστου ὑπομονῆς ἐπεσκίασέ σοι· ζῶσαι ὥσπερ ἀνὴρ (Χριστὸς ὁ Θεὸς) τὴν ὀσφύν σου λεντίῳ ὑπακοῆς, καὶ ἀναστὰς ἐκ τοῦ δείπνου τῆς ἡσυχίας νίψον πόδας ἀδελφῶν ἐν συντετριμμένῳ πνεύματι. Μᾶλλον δὲ κυλίου ὑπὸ πόδας συνοδίας ἐν καταβεβλημένῳ φρονήματι. Στῆσον πυλωροὺς ἀποτόμους, καὶ ἀΰπνους ἐν πύλῃ καρδίας σου· κράτει νοῦν ἀκράτητον ἐν περισπωμένῳ σώματι· ἄσκει νοερὰν ἡσυχίαν ἐν κινουμένοις καὶ σαλευομένοις μέλεσι. Τὸ πάντων παραδοξότατον, γίνου ἀπτόητος ψυχῇ μεταξὺ τῶν θορύβων· ἄγχε γλῶτταν προπηδᾷν ἐν ἀντιλογίαις μαινομένην· πάλαιε τῇ δεσποίνῃ ταύτῃ ἑβδομηκοντάκις ἑπτὰ τῆς ἡμέρας· πῆξον ἐν ξύλῳ ψυχῆς σταυρῷ νοῦν ἄκμονα δι᾿ ἀλλεπαλλήλων σφυρῶν καὶ κτύπων τυπτόμενον, ἐμπαιζόμενον, λοιδορούμενον, χλευαζόμενον, ἀδικούμενον, καὶ μηδαμῶς ἐκλυόμενον, μηδὲ θραῦσιν ὑπομένοντα· ἀλλ᾿ ὅλον λεῖον καὶ ἀκίνητον ὑπάρχοντα. Ἀπόδυσαι θέλημα ὡς αἰσχύνης περιβολὴν, καὶ γυμνὸς τούτου ἐν τῷ σκάμματι εἴσελθε. Τὸ σπάνιον, καὶ δυσεύρετον [δυσάρεστον]ἔνδυσαι πίστεως θώρακα, ὑπὸ ἀπιστίας πρὸς τὸν ἀγωνοθέτην μὴ διαλυόμενον, μηδὲ τιτρωσκόμενον κράτει (43) χαλινῷ σωφροσύνης ἁφὴν ἀναιδῶς προπηδῶσαν· ἄγχε ὀφθαλμὸν μελέτῃ θανάτου, μεγέθη καὶ ὥραν σωμάτων περιεργάζεσθαι καθ᾿ ὥραν βουλόμενον· φίμου νοῦν περίεργον ἐν οἰκείᾳ μερίμνῃ τὸν ἀδελφὸνκατακρίνειν ἐν ἀμελεία βουλόμενον ἔγρων [alii