Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/325

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
641642
SCALA PARADISI. — GRADUS I.

ἔσεσθε τῆς βασιλείας τῶν οὐρανῶν. Προσδράμωμεν χαρᾷ καὶ φόβῳ τῷ καλῷ ἀγῶνι, μὴ δειλιῶντες τοὺς ἐχθροὺς ἡμῶν, ἐπειδὴ εἰς (23) πρόσωπον τῆς ψυχῆς ἡμῶν καθορῶσιν, εἰ καὶ οὐχ ὁρῶνται· κἂν ἴδωσιν αὐτὸ ἐκ δειλίας ἀλλοτριωθὲν, τότε καθ᾿ ἡμῶν πικροτέρως ὁπλίζονται, νοήσαντες οἱ δόλιοι ὅτι ἐφοβήθημεν. Εὐψύχως οὖν πρὸς αὐτοὺς ὁπλισώμεθα· τῷ γὰρ μαχομένῳ προθύμως οὐδεὶς μάχεται. Οἰκονομικῶς ὁ Κύριος ἐκ τῶν νεοπαγῶν τοὺς πολέμους ἐκούφισεν, ἵνα μὴ ἐκ προοιμίων εὐθέως εἰς τὸν κόσμον ἐπαναλύσωσι. Διὸ χαίρετε ἐν Κυρίῳ πάντοτε, πάντες οἱ δοῦλοι Θεοῦ· τοῦτο πρῶτον σημεῖον ἐν ἑαυτοῖς τῆς τοῦ Δεσπότου ἀγάπης πρὸς ἡμᾶς γνωρίσαντες, καὶ ὡς αὐτὸς ὑμᾶς κέκληκεν.

Καὶ τοῦτο δὲ ποιῶν ὁ Θεὸς πολλάκις γνωρίζεται· ἰδὼν γὰρ ἀνδρείας ψυχὰς εὐθέως ἐκ προοιμίων ἐν αὐταῖς τοὺς πολέμους συνεχώρησε, στεφανῶσαι αὐτὰς συντόμως βουλόμενος. Ἀπέκρυψεν ὁ Κύριος ἀπὸ τῶν ἐν κόσμῳ τὴν τοῦ σταδίου (24) δυσχέρειαν, μᾶλλον δὲ εὐχέρειαν· εἰ γὰρ ταύτην ἔγνωσαν, οὐκ ἂν ἀπετάσσετο πᾶσα σάρξ. Δίδου (25) κόπους νεότητόςσου προθύμως Χριστῷ, καὶ χαρήσῃ ἐν γήρᾳ ἐπὶ πλούτῳ ἀγαθείας· τὰ ἐν νεότητι συναγόμενα ἐν τῷ γήρᾳ τοὺς ἐξατονήσαντας τρέφουσι, καὶ παραμυθοῦνται. Κάμωμεν νέοι ζεόντως, δράμωμεν νηφόντως· ὁ γὰρ θάνατος ἄδηλος· πονηροὺς ἀληθῶς καὶ χαλεποὺς, δολίους, πανούργους μετὰ (26) χεῖρας πῦρ κατέχοντας, καὶ τὸν ναὸν τοῦ Θεοῦ ἐμπρῆσαι ἐπιθυμοῦντας διὰ τῆς φλογὸς τῆς ἐν αὐτῷ, δυνατοὺς, καὶ ἀΰπνους, ἀΰλους, ἀοράτους ἐχθροὺς ἔχομεν. Μηδεὶς (27) νέος ὑπάρχων τοὺς ἐχθροὺς αὐτοῦ δαίμονας παραδέξηται λέγοντας· Μή σου κατατρίψῃς τὴν σάρκα, ἵνα μὴ νόσοις καὶ ἀσθενείαις περιπέσῃς· μόλις γὰρ ἐν τῇ παρούσῃ μάλιστα γενεᾷ εὑρεθήσεται ὁ θανατῶσαι ταύτην προελόμενος· κἂν πολλῶν καὶ ἡδυνόντων βρωμάτων ἑαυτὸν στερήσειεν. Σκοπὸς δὲ τούτῳ τῷ δαίμονι αὐτὴν ἡμῶν τὴν ἐν τῷ σταδίῳ εἴσοδον χαύνην, καὶ ῥᾴθυμον ποιῆσαι· καὶ τὸ τέλος λοιπὸν τὴν ἀρχὴν ἁρμόδιον. Πρὸ (28) πάντων τοῦτο καὶ ζητήσουσι, καὶ ποιήσουσιν οἱ ἐν Χριστῷ γνησίως δουλεῦσαι βουλόμενοι, ἵνα καὶ τοὺς τόπους, καὶ τοὺς τρόπους, καὶ τὰ καθίσματα, καὶ τὰ ἐπιτηδεύματα διὰ πνευματικῶν Πατέρων, καὶ οἰκείας ἐπιγνώσεως ἁρμόζοντα ἑαυτοῖς ἐπιλέξωνται. Οὐ γὰρ πάντων τὰ κοινόβια, διὰ τὸ λιχνῶδες· οὐδὲ πάντων τὰ ἡσυχαστήρια, διὰ τὸ θυμῶδες· ἕκαστος δὲ ἐπισκέψεται ἐν ποίῳ πεποίωται. Ἐν τρισὶ γενικωτάταις καταστάσεσι καθισμάτων ἅπασα ἡ μοναχικὴ πολιτεία περιέχεται· ἢ ἐν ἀθλητικῇ ἀναχωρήσει, καὶ μονίᾳ· ἢ μετὰ ἑνὸς, ἢ πολὺ δύο ἡσυχάζειν· ἢ ἐν κοινοβίῳ ὑπομονητικῶς καθέζεσθαι. «Μὴ (29) ἐκκλίνῃς, φησὶν ὁ Ἐκκλησιαστὴς, εἰς τὰ δεξιὰ, ἢ εἰς τὰ ἀριστερά·» ἀλλ᾿ ὁδῷ βασιλικῇ πορευθῇςω ἡ γὰρ μέση τῶν προειρημένων πολλοῖς ἁρμόδιος καθέστηκεν. Τῷ μὲν γὰρ μόνῳ, οὐαὶ, φησὶν, ὅτι ἐὰν πέσῃ εἰς ἀκηδίαν, ἢ ὕπνον, ἢ ῥᾳθυμίαν, ἢ ἀπόγνωσιν, οὐκ ἔστιν ὁ ἐγείρων αὐ-