θυρσεγχής, βαρύμηνι, τετιμένε πᾶσι θεοῖσι 5
καὶ θνητοῖσι βροτοῖσιν, ὅσοι χθόνα ναιετάουσιν
ἐλθέ, μάκαρ, σκιρτητά, φέρων πολὺ γῆθος ἅπασι.
Λικνίτην Διόνυσον ἐπ’ ευχαῖς ταῖσδε κικλήσκω,
Νύσιον ἀμφιθαλῆ, πεποθημένον, εὔφρονα Βάκχον,
νυμφῶν ἔρνος ἐραστὸν ἐυστεφάνου τ’ Ἀφροδίτης,
ὅς ποτ’ ἀνὰ δρυμοὺς κεχορευμένα βήματα πάλλες
σὺν νύμφαις χαρίεσσιν ἐλαυνόμενος μανίῃσι, 5
καὶ βουλαῖσι Διὸς πρὸς ἀγαυὴν Φερσεφόνειαν
ἀχθεὶς ἐξετράφης φίλος ἀθανάτοισι θεοῖσιν.
εὔφρων ἐλθέ, μάκαρ, κεχαρισμένα δ’ ἱερὰ δέξαι.
Κικλήσκω Βάκχον περικιόνιον, μεθυδώτην,
Καδμείοισι δόμοις ὃς ἑλισσόμενος πέρι πάντη
ἔστησε κρατερῶς βρασμοὺς γαίης ἀποπέμψας,
ἡνίκα πυρφόρος αὐγὴ ἐκίνησε χθόνα πᾶσαν
πρηστῆρος ῥοίζοις· ὃ δ’ ἀνέδραμε δεσμὸς ἁπάντων. 5
ἐλθέ, μάκαρ, βακχευτά, γεγηθυίαις πραπίδεσσι.
Κλῦθι, πάτερ, Κρόνου υἱέ, Σαβάζιε, κύδιμε δαῖμον,
ὃς Βάκχον Διόνυσον, ἐρίβρομον, εἰραφιώτην,
μηρῷ ἐγκατέραψας, ὅπως τετελεσμένος ἔλθοι
Τμῶλον ἐς ἠγάθεον παρὰ θ’ Ἵππαν καλλιπάρῃον.
ἀλλά, μάκαρ, Φρυγίης μεδέων, βασιλεύτατε πάντων, 5
εὐμενέων ἐπαρωγὸς ἐπέλθοις μυστιπόλοισιν.