παντόχροοι, πολύοδμοι ἐν ἀνθεμοειδέσι πνοιαῖς,
Ὧραι ἀειθαλέες, περικυκλάδες, ἡδυπρόσωποι, 5
πέπλους ἑννύμεναι δροσεροὺς ἀνθῶν πολυθρέπτων,
ἁγνῆς Φερσεφόνης συμπαίκτορες, εὖτέ ἑ Μοῖραι
καὶ Χάριτες κυκλίοισι χοροῖς πρὸς φῶς ἀνάγωσι
Ζηνὶ χαριζόμεναι καὶ μητέρι καρποδοτείρῃ·
ἔλθετ’ ἐπ’ εὐφήμους τελετὰς ὁσίας νεομύστοις 10
εὐκάρπους καιρῶν γενέσεις ἐπάγουσαι ἀμεμφῶς.
Κικλήσκω κούρην Καδμηίδα παμβασίλειαν,
εὐειδῆ Σεμέλην, ἐρατοπλόκαμον, βαθύκολπον,
μητέρα θυρσοφόροιο Διωνύσου πολυγηθοῦς,
ἣ μεγάλας ὠδῖνας ἐλάσσατο πυρφόρῳ αὐγῇ
ἀστραπίοιο τεκοῦσα Διὸς βολίσι Κρονίοιο· 5
τιμὰς τευξαμένη παρ’ ἀγαυῆς Φερσεφονείης
ἐν θνητοῖσι βροτοῖσιν ἀνὰ τριετηρίδας ὥρας,
ἡνίκα σοῦ Βάκχου γονίμην ὠδῖνα τελῶσιν
εὐίερόν τε τράπεζαν ἰδὲ μυστήριά θ’ ἁγνά.
νῦν σέ, θεά, λίτομαι, κούρη Καδμηίς, ἄνασσα, 10
πρηύνοον καλέων αἰεὶ μύσταισιν ὑπάρχειν.
Ἐλθέ, μάκαρ Διόνυσε, πυρίσπορε, ταυρομέτωπε,
Βάσσαρε καὶ Βακχεῦ, πολυώνυμε, παντοδυνάστα,
ὃς ξίφεσιν χαίρεις ἠδ’ αἵματι Μαινάσι θ’ ἁγναῖς,
εὐάζων κατ’ Ὄλυμπον, ἐρίβρομε, μανικὲ Βάκχε,