Μετάβαση στο περιεχόμενο

Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/86

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
72
ΥΜΝΟΙ. XXV. XXVI.
XXV. ΠΡΩΤΕΩΣ, θυμίαμα στύρακα.

Πρωτέα κικλήσκω, πόντου κληῖδας ἔχοντα,
πρωτογενῆ, πάσης φύσεως ἀρχὰς ὃς ἔφηνεν
ὕλην ἀλλάσσων ἱερὴν ἰδέαις πολυμόρφοις,
πάντιμος, πολύβουλος, ἐπιστάμενος τά τ’ ἐόντα
ὅσσα τε πρόσθεν ἔην ὅσα τ’ ἔσσεται ὕστερον αὖτις· 5
πάντα γὰρ αὐτὸς ἔχων μεταβάλλεται, οὐδέ τις ἄλλος
ἀθανάτων, οἳ ἔχουσιν ἕδος ωιφόεντος Ὀλύμπου
καὶ πόντον καὶ γαῖαν ἐνηέριοί τε ποτώνται·
πάντα γὰρ ἐν Πρωτεῖ πρώτη φύσις ἐγκατέθηκε.
ἀλλά, πάτερ, μόλε μυστιπόλοις ὁσίῃσι προνοίαις 10
πέμπων εὐόλβου βιότου τέλος ἐσθλὸν ἐπ’ ἔργοις.

XXVI. ΓΗΣ, θυμίαμα πᾶν σπέρμα πλὴν κυάμων καὶ ἀρωμάτων.

Γαῖα θεά, μῆτερ μακάρων θνητῶν τ’ ἀνθρώπων,
πάντροφε, πανδώτειρα, τελεσφόρε, παντολέτειρα,
αὐξιθαλές, φερέκαρπε, καλαῖς ὥρῃσι βρύουσα·
ἕδρανον ἀθανάτου κόσμου, πολυποίκιλε κούρη,
ἣ λοχίαις ὠδῖσι κύεις καρπὸν πολυειδῆ, 5
ἀιδίη, πολύσεπτε, βαθύστερν’, ὀλβιόμοιρε,
ἡδυπνόοις χαίρουσα χλόαις, πολυάνθεμε δαῖμον,
ὀμβροχαρές, περὶ τὴν κόσμος πολυδαίδαλος ἄστρων
εἱλεῖται φύσει ἀενάῳ καὶ ῥεύμασι δεινοῖς.
ἀλλά, μάκαιρα θεά, καρποὺς αὔξοις πολυγηθεῖς 10
εὐμενὲς ἦτορ ἔχουσα, σὺν εὐόλβοισιν ἐν ὥραις.

XXVII. ΜΗΤΡΟΣ ΘΕΩΝ, θυμίαμα ποικίλα.

Ἀθανάτων θεότιμε θεῶν μῆτερ, τροφὲ πάντων,
τῇδε μόλοις, κράντειρα θεά, σέο, πότνι’, ἐπ’ εὐχαῖς,