Μετάβαση στο περιεχόμενο

Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/87

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
73
ΥΜΝΟΙ. XXVII. XXVIII

ταυροφόνων ζεύξασα ταχύδρομον ἅρμα λεόντων,
σκηπτοῦχε κλεινοῖο πόλου, πολυώνυμε, σεμνή,
ἣ κατέχεις κόσμοιο μέσον θρόνον, οὕνεκεν αὐτὴ 5
γαῖαν ἔχεις, θνητοῖσι τροφὰς παρέχουσα προσηνεῖς.
ἐκ σέο δ’ ἀθανάτων τε γένος θνητῶν τ’ ἐλοχεύθη,
σοὶ ποταμοὶ κρατέονται ἀεὶ καὶ πᾶσα θάλασσα,
Ἰστίη αὐδαχθεῖσα· σὲ δ’ ὀλβοδότιν καλέουσι,
παντοίων ἀγαθῶν θνητοῖς ὅτι δῶρα χαρίζῃ. 10
ἔρχεο πρὸς τελετήν, ὦ πότνια, τυμπανοτερπές,
πανδαμάτωρ, Φρυγίης, σώτειρα, Κρόνου συνόμευνε,
Οὐρανόπαι, πρέσβειρα, βιοθρέπτειρα, φίλοιστρε·
ἔρχεο γηθόσυνος, κεχαρημένη εὐσεβίῃσιν.

XXVII. ΕΡΜΟΥ, θυμίαμα λίβανον.

Κλῦθί μευ, Ἑρμεία, Διὸς ἄγγελε, Μαιάδος υἱέ,
παγκρατὲς ἦτορ ἔχων, ἐναγώνιε, κοίρανε θνητῶν,
εὔφρον, ποικιλόβουλε, διάκτορε Ἀργειφόντα,
πτηνοπέδιλε, φίλανδρε, λόγου θνητοῖσι προφῆτα,
γυμνάσιν ὃς χαίρεις δολίαις τ’ ἀπάταις, στροφιοῦχε, 5
ἑρμηνεῦ πάντων, κερδέμπορε, λυσιμέριμνε,
ὃς χείρεσσιν ἔχεις εἰρήνης ὅπλον ἀμεμφές,
Κωρυκιῶτα, μάκαρ, ἐριούνιε, ποικιλόμυθε,
ἐργασίαις ἐπαρωγέ, φίλε θνητοῖς ἐν ἀνάγκαις,
γλώσσης δεινὸν ὅπλον τὸ σεβάσμιον ἀνθρώποισι· 10
κλῦθί μευ εὐχομένου, βιότου τέλος ἐσθλὸν ὀπάζων
ἐργασίῃσι, λόγου χάρισιν, καὶ μνημοσύνῃσιν.

XXVIII. ΥΜΝΟΣ ΦΕΡΣΕΦΟΝΗΣ.

Φερσεφόνη, θυγάτερ μεγάλου Διός, ἐλθέ, μάκαιρα,
μουνογένεια θεά, κεχαρισμένα δ’ ἱερὰ δέξαι,