Ἑρμείαν κήρυκα, Θέμιν θ’, ἱεροσκόπον ἀνδρῶν,
Νύκτα τε πρεσβίστην καλέω καὶ φωσφόρον Ἦμαρ,
Πίστιν τ’ ἠδὲ Δίκην καὶ ἀμύμονα Θεσμοδότειραν, 25
Ῥείαν τ’ ἠδὲ Κρόνον καὶ Τηθὺα κυανόπεπλον
Ὠκεανόν τε μέγαν, σύν τ’ Ὠκεανοῖο θύγατρας
Ἄτλαντός τε καὶ Αἰῶνος μέγ’ ὑπείροχον ἰσχὺν
καὶ Χρόνον ἀέναον καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρ
μειλιχίους τε θεούς, ἀγαθήν τ’ ἐπὶ τοῖσι Πρόνοιαν 30
Δαίμονά τ’ ἠγάθεον καὶ Δαίμονα πήμονα θνητῶν,
Δαίμονας οὐρανίους καὶ ἠερίους καὶ ἐνύδρους
καὶ χθονίους καὶ ὑποχθονίους ἠδ’ ἐμπυριφοίτους,
καὶ Σεμέλην Βάκχου τε συνευαστῆρας ἅπαντας,
Ἰνὼ Λευκοθέην τε Παλαίμονά τ’ ὀλβιοδώτην 35
Νίκην θ’ ἡδυέπειαν ἰδ’ Ἀδρήστειαν ἄνασσαν
καὶ βασιλῆα μέγαν Ἀσκληπιὸν ἠπιοδώτην,
Παλλάδα τ’ ἐγρεμάχην κούρην, Ἀνέμους τε πρόπαντας
καὶ Βροντὰς Κόσμου τε μέρη τετρακίονος αὐδῶ·
Μητέρα τ’ ἀθανάτων, Ἄττιν καὶ Μῆνα κικλήσκω 40
Οὐρανίην τε θεάν, σύν τ’ ἄμβροτον ἁγνὸν Ἄδωνιν
Ἀρχήν τ’ ἠδὲ Πέρας, — τὸ γὰρ ἔπλετο πᾶσι μέγιστον —
εὐμενέας ἐλθεῖν κεχαρημένον ἦτορ ἔχοντας
τήνδε θυηπολίην ἱερὴν σπονδήν τ’ ἐπὶ σεμνήν.
Εἰνοδίαν Ἑκάτην κλῄζω, τριοδῖτιν, ἐρεμνήν,
οὐρανίην χθονίην τε καὶ εἰναλίην, κροκόπεπλον,
τυμβιδίην, ψυχαῖς νεκύων μέτα βακχεύουσαν,
Περσείαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισι,
νυκτερίαν, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν, 5
θηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν,