Εὐτυχῶς χρῶ ἑταῖρε.
ΕΥΧΗ ΠΡΟΣ ΜΟΥΣΑΙΟΝ.
Μάνθανε δή, Μουσαῖε, θυηπολίην περισέμνην,
εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων.
Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ
Ἠελίου, Μήνης θ’ ἱερὸν σέλας Ἄστρα τε πάντα,
καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα, 5
Φερσεφόνη θ’ ἁγνὴ Δημήτηρ τ’ ἀγλαόκαρπε
Ἄρτεμί τ’ ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε,
ὃς Δελφῶν ναίεις ἱερὸν πέδον· ὅς τε μεγίστας
τιμὰς ἐν μακάρεσσιν ἔχεις, Διόνυσε χορευτά·
Ἆρές τ’ ὀμβριμόθυμε καὶ Ἡφαίστου μένος ἁγνὸν 10
ἀφρογενής τε θεά, μεγαλώνυμα δῶρα λαχοῦσα·
καὶ σύ, καταχθονίων βασιλεῦ, μέγ’ ὑπείροχε δαῖμον·
Ἥβη τ’ Εἰλείθυια καὶ Ἡρακλέος μένος ἠύ,
καὶ τὸ Δικαιοσύνης τε καὶ Εὐσεβίης μέγ’ ὄνειαρ
κικλήσκω Νύμφας τε κλυτὰς καὶ Πᾶνα μέγιστον 15
Ἥρην τ’, αἰγιόχοιο Διὸς θαλερὴν παράκοιτιν·
Μνημοσύνην τ’ ἐρατὴν Μούσας τ’ ἐπικέκλομαι ἁγνὰς
ἐννέα καὶ Χάριτάς τε καὶ Ὥρας ἠδ’ Ἐνιαυτὸν
Λητώ τ’ εὐπλόκαμον θείην σεμνήν τε Διώνην
Κουρῆτάς τ’ ἐνόπλους Κορύβαντάς τ’ ἠδὲ Καβείρους 20
καὶ μεγάλους Σωτῆρας ὁμοῦ, Διὸς ἄφθιτα τέκνα,
Ἰδαίους τε θεοὺς ἠδ’ ἄγγελον οὐρανιώνων,