κηλήσω δέ τε θῆρας ἰδ’ ἑρπετὰ καὶ πετεηνά.
ἡνίκα δ’ εἰς ἄντρον πολυήρατον εἰσεπέρησε, 75
μείλιχον ἐκ λασίων στέρνων ἀνενείχατο φωνήν·
Ὀρφεῦ, Καλλιόπης τε καὶ Οἰάγρου φίλε κοῦρε,
Βιστονίῃ Κικόνεσσι πολυρρήνοισιν ἀνάσσων,
χαῖρ’, ἐπεὶ Αἱμονίας ὀχεὰς πρώτιστον ἱκάνω,
Στρυμονίας τε ῥοᾶς Ῥοδόπης τ’ αἰπεινὰ πρὸς ἄγκη. 80
εἰμὶ δ’ ἐγὼ Μινύῃσι πανέξοχον αἷμα λελογχώς,
Θεσσαλὸς Αἰσονίδης· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
ἀλλὰ φίλος, πρόφρων μ’ ὑποδέχνυσο καὶ κλύε μῦθον
μειλιχίαις ἀκοαῖς, καὶ λισσομένῳ ὑπάκουσον,
Ἀξείνου πόντοιο μυχοὺς καὶ Φᾶσιν ἐραννὸν 85
νηὶ σὺν Ἀργῴῃ πλεῦσαι, δεῖξαί τε θαλάσσης
Παρθενίης ἀτραποὺς ἐπιήρανον ἡρώεσσιν,
οἵ ῥα τεὴν µίμνουσι χέλυν καὶ θέσφατον ὀμφὴν
ἐλδόμενοι ξυνῶν πελάγει ἑπαρηγόνα μόχθων.
οὐ γὰρ δὴ πλεῦσαι πρὸς βάρβαρα φῦλα µέδονται 90
νόσφι σέθεν· καὶ γάρ ῥα ποτὶ ζόφον ἠερόεντα,
νείατον ἐς κευθμῶνα, λιτῆς ἐς πυθμένα γαίης,
μοῦνον ἀπ’ ἀνθρώπων πελάσαι καὶ νόστον ἀνευρεῖν
ὧν ἕνεκα ξυνήν τε δίην Μινύῃσιν ἀρέσθαι (95)
καὶ κλέος, ἀνθρώποισιν ἐπ’ ἑσσομένοισι πυθέσθαι. 95
Τὸν μὲν ἐγὼ μύθοισιν ἀμειβόμενος προσέειπον·
Αἰσονίδη, τί µε ταῦτα παραιφάμενος ἐρεείνεις,
ὄφρα κεν ἐς Κόλχους Μινύαις ἐπιήρανος ἔλθω
νηὶ σὺν εὐσέλμῳ πλεύσας ἐπεὶ οἴνοπα πόντον; (100)
ἤδη γάρ μοι ἅλις καµάτων, ἅλις ἔπλετο μόχθων, 100
ὧν ἱκόμην ἐπὶ γαῖαν ἀπείριτον ἠδὲ πόληας
Αἰγύπτῳ Λιβύῃ τε βροτοῖς ἀνὰ θέσφατα φαίνων.