Μετάβαση στο περιεχόμενο

Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/101

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
87
ΥΜΝΟΙ. LV.

νυκτερίη, ζεύκτειρα, δολοπλόκε μῆτερ ἀνάγκης·
πάντα γὰρ ἐκ σέθεν ἐστίν, ὑπεζεύξω δέ τε κόσμον
καὶ κρατέεις τρισσῶν μοιρῶν, γεννᾷς δὲ τὰ πάντα, 5
ὅσσα τ’ ἐν οὐρανῷ ἐστι καὶ ἐν γαίῃ πολυκάρπῳ
ἐν πόντου τε βυθῷ, σεμνὴ Βάκχοιο πάρεδρε,
τερπομένη θαλίῃσι, γαμοστόλε μῆτερ ἐρώτων,
πειθοῖ λεκτροχαρές, κρυφία, χαριδῶτι ἄνασσα,
φαινομένη, ἀφανής, ἐρατοπλόκαμ, εὐπατέρεια, 10
νυμφιδίη, σύνδαιτι θεῶν σκηπτοῦχε, λυκείη,
γεννοδότειρα, φίλανδρε, ποθεινοτάτη, βιοδῶτι,
ἡ ζεύξασα βροτοὺς ἀχαλινώτοισιν ἀνάγκαις
καὶ θηρῶν πολὺ φῦλον ἐρωτομανῶν ὑπὸ φίλτρων·
ἔρχεο, Κυπρογενὲς θεῖον γένος, εἴτ’ ἐν’ Ὀλύμπῳ 15
ἐσσί, θεὰ βασίλεια, καλῷ γήθουσα προσώπῳ,
εἴτε καὶ εὐλιβάνου Συρίης ἕδος ἀμφιπολεύεις,
εἴτε σύ γ’ ἐν πεδίοισι σὺν ἅρμασι χρυσεοτεύκτοις
Αἰγύπτου κατέχεις ἱερῆς γονιμώδεα λουτρά,
ἢ καὶ κυκνείοισιν ὄχοις ἐπὶ πόντιον οἶδμα 20
ἐρχομένη χαίρεις κητῶν κυκλίῃσι χορείαις,
ἢ νύμφαις τέρπῃ κυανώπισιν ἐν χθονὶ Δίῃ,
θῖνας ἐπ’ αἰγιαλοῖς ψαμαθώδεσιν ἅλματι κούφῳ·
εἴτ' ἐν Κύπρῳ, ἄνασσα, τροφῳ σέο, ἔνθα καλαί τε
παρθένοι ἄδμηται νύμφαι τ’ ἀνὰ πάντ’ ἐνιαυτὸν 25
ὑμνοῦσιν, σέ, μάκαιρα, καὶ ἄμβροτον ἁγνὸν Ἄδωνιν.