Μετάβαση στο περιεχόμενο

Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/100

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
86
ΥΜΝΟΙ. LIII. LIV. LV.
LIII. ΑΜΦΙΕΤΟΥΣ, θυμίαμα πάντα πλὴν λιβάνου, καὶ σπένδε γάλα.

Ἀμφιετῆ καλέω Βάκχον, χθόνιον Διόνυσον,
ἐγρόμενον κούραις ἅμα νύμφαις εὐπλοκάμοισιν,
ὃς παρὰ Φερσεφόνης ἱεροῖσι δόμοισιν ἰαύων
κοιμίζει τριετῆρα χρόνον, Βακχήιον ἁγνόν.
αὐτὸς δ’ ἡνίκα τὸν τριετῆ πάλι κῶμον ἐγείρῃς, 5
εἰς ὕμνον τρέπεται σὺν ἐυζώνοισι τιθήναις
εὐνάζων κινῶν τε χρόνους ἐνὶ κυκλάσιν ὥραις.
ἀλλά, μάκαρ, χλοόκαρπε, κερασφόρε, κάρπιμε Βάκχε,
βαῖν’ ἐπὶ πάνθειον τελετὴν γανόωντι προσώπῳ
εὐιέροις καρποῖσι τελεσσιγόνοισι βρυάζων. 10

LIV. ΣΙΛΗΝΟΥ ΣΑΤΥΡΟΥ ΒΑΚΧΩΝ, θυμίαμα μάνναν.

Κλῦθί μευ, ὦ πολύσεμνε τροφός, Βάκχοιο τιθηνέ,
Σιληνῶν ὄχ’ ἄριστε, τετιμένε πᾶσι θεοῖσι
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ τριετηρίσιν ὥραις,
ἁγνοτελές, γεραρός, θιάσου νομίου τελετάρχα,
εὐαστής, φιλάγρυπνε σὺν εὐζώνοισι τιθήναις, 5
Ναΐσι καὶ Βάκχαις ἡγούμενε κισσοφόροισι·
δεῦρ’ ἐπὶ πάνθειον τελετὴν Σατύροις ἅμα πᾶσι
θηροτύποις, εὔασμα διδοὺς Βακχείου ἄνακτος,
σὺν Βάκχαις λήναια τελεσφόρα σεμνὰ προπέμπων,
ὄργια νυκτιφαῆ τελεταῖς ἁγίαις ἀναφαίνων, 10
εὐάζων, φιλόθυρσε, γαληνιόων θιάσοισιν.

LV. ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ.

Οὐρανίη, πολύυμνε, φιλομμειδὴς Ἀφροδίτη,
ποντογενές, γενέτειρα θεά, φιλοπάννυχε, σεμνή,