Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/90

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

τῇσι δὲ Σειληνοί τε καὶ εὔσκοπος Ἀργειφόντης
μίσγοντ’ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.
τῇσι δ’ ἅμ’ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι
γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ 265
καλαὶ τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.
ἑστᾶσ’ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν
ἀθανάτων· τὰς δ’ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ·
ἀλλ’ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο
ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά, 270
φλοιὸς δ’ ἀμφιπεριφθινύθει, πίπτουσι δ’ ἄπ’ ὄζοι,
τῶν δέ θ’ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.
αἱ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.
τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη
ἄξουσίν σοι δεῦρο θεαί, δείξουσί τε παῖδα· 275
σοὶ δ’ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,
ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.
τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,
γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·
ἄξεις δ’ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν. 280
ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων,
ἥ τις σοὶ φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,
τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος ὥς σε κελεύω·
φασίν τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι
αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ. 285
εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ
ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ,
Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.

74