Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/89

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ

οὐδέ τι κινῆσαι μελέων δύνατ’ οὐδ’ ἀναεῖραι,
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· 235
ἐν θαλάμῳ κατέθηκε, θύρας δ’ ἐπέθηκε φαεινάς.
τοῦ δ’ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς
ἔσθ’ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην
ἀθάνατόν τ’ εἶναι καὶ ζώειν ἤματα πάντα. 240
ἀλλ’ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε
ζώοις, ἡμέτερός τε πόσις κεκλημένος εἴης,
οὐκ ἂν ἔπειτά μ’ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.
νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει
νηλειές, τό τ’ ἔπειτα παρίσταται ἀνθρώποισιν, 245
οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.
αὐτὰρ ἐμοὶ μέγ’ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν
ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,
οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας
ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί, 250
τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.
νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι
τοῦτο μετ’ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην,
σχέτλιον οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,
παῖδα δ’ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα. 255
τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,
νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,
αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·
αἵ ῥ’ οὔτε θνητοῖς οὔτ’ ἀθανάτοισιν ἕπονται·
δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι, 260
καί τε μετ’ ἀθανάτοισι καλὸν χορὸν ἐῤῥώσαντο.

73