Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/53

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΠΟΛΛΩΝΑ

πάντοσ’ ἀνασσείσασκε, τίνασσε δὲ νήϊα δοῦρα.
οἱ δ’ ἀκέων ἐνὶ νηῒ καθήατο δειμαίνοντες·
οὐδ’ οἵ γ’ ὅπλ’ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν, 405
οὐδ’ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο·
ἀλλ’ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν
ὣς ἔπλεον· κραιπνὸς δὲ νότος κατόπισθεν ἔγειρε
νῆα θοήν· πρῶτον δὲ παρημείβοντο Μάλειαν,
πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον 410
ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο
Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ
Ἠελίοιο ἄνακτος, ἔχει δ’ ἐπιτερπέα χῶρον.
οἱ μὲν ἄρ’ ἔνθ’ ἔθελον νῆα σχεῖν ἠδ’ ἀποβάντες
φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι 415
εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον,
ἢ εἰς οἶδμ’ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει·
ἀλλ’ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,
ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα
ἤϊ’ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων 420
ῥηιδίως ἴθυν’· ἣ δὲ πρήσσουσα κέλευθον
Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν
καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἶπυ
καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τ’ ἀνθρώπους.
βῆ δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην 425
ἠδὲ παρ’ Ἤλιδα δῖαν ὅθι κρατέουσιν Ἐπειοί·

37