Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/52

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

 Καὶ τότ’ ἄρ’ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων 375
οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε·
βῆ δ’ ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δ’ ἵκανε·
στῆ δὲ μάλ’ ἄγχ’ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε·
Τελφοῦσ’, οὐκ ἄρ’ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα
χῶρον ἔχουσ’ ἐρατὸν προρέειν καλλίῤῥοον ὕδωρ. 380
ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.
Ἦ καὶ ἐπὶ ῥίον ὦσεν ἄναξ ἑκάεργος Ἀπόλλων
πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα
καὶ βωμὸν ποιήσατ’ ἐν ἄλσεϊ δενδρήεντι,
ἄγχι μάλα κρήνης καλλιῤῥόου· ἔνθαδ’ ἄνακτι 385
πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται
οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.
Καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων
οὕς τινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο,
οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ· 390
ταῦτ’ ἄρα ὁρμαίνων ἐνόησ’ ἐπὶ οἴνοπι πόντῳ
νῆα θοήν· ἐν δ’ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,
Κρῆτες ἀπὸ Κνωσοῦ Μινωΐου, οἵ ῥα ἄνακτι
ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας
φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ 395
χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.
οἱ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ
ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τ’ ἀνθρώπους
ἔπλεον· αὐτὰρ ὁ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων·
ἐν πόντῳ δ’ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς 400
νηῒ θοῇ, καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε·
τῶν δ’ ὅς τις κατὰ θυμὸν ἐπεφράσαθ’ ὥστε νοῆσαι

36