Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/39

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΙΛΙΑΔΟΣ Ξ


Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,
ἀλλ’ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·
«φράζεο, δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·
μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.
ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον, 5
εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη
θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·
αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.»
Ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο 10
χαλκῷ παμφαῖνον· ὃ δ’ ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο.
εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
στῆ δ’ ἐκτὸς κλισίης, τάχα δ’ εἴσιδεν ἔργον ἀεικές,
τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε,
Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν. 15
ὡς δ’ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ,
ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
αὔτως, οὐδ’ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,
πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,
ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν 20
διχθάδι’, ἢ μεθ’ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,