Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/33

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοί,
σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο
ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον,
οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δ’ ἄρα τοῖσιν
ἦρχ’ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δ’ ἅμ’ ἕποντο 690
Φείδας τε Στιχίος τε Βίας τ’ ἐΰς· αὐτὰρ Ἐπειῶν
Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν 695
ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτάς,
γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ’ Ὀϊλεύς·
αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
οἱ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο· 700
Αἴας δ’ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱός,
ἵστατ’ ἀπ’ Αἴαντος Τελαμωνίου οὐδ’ ἠβαιόν,
ἀλλ’ ὥς τ’ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δ’ ἄρά σφι
πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς· 705
τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·
ὣς τὼ παρβεβαῶτε μάλ’ ἕστασαν ἀλλήλοιιν.
ἀλλ’ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
λαοὶ ἕπονθ’ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο 710
ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ’ ἵκοιτο.
οὐδ’ ἄρ’ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·
οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·