Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/32

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
ἐς δίφρον δ’ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
ποινὴ δ’ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
 Τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη· 660
ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·
τοῦ ὅ γε χωόμενος προΐει χαλκήρε’ ὀϊστόν.
ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱός,
ἀφνειός τ’ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
ὅς ῥ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· 665
πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
νούσῳ ὑπ’ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
ἢ μετ’ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
τώ ῥ’ ἅμα τ’ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ. 670
τὸν βάλ’ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς
ᾤχετ’ ἀπὸ μελέων, στυγερὸς δ’ ἄρα μιν σκότος εἷλεν.
Ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
Ἕκτωρ δ’ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη
ὅττί ῥά οἱ νηῶν ἐπ’ ἀριστερὰ δηϊόωντο 675
λαοὶ ὑπ’ Ἀργείων. τάχα δ’ ἂν καὶ κῦδος Ἀχαιῶν
ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
ὄτρυν’ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·
ἀλλ’ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο,
ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων, 680
ἔνθ’ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
θῖν’ ἔφ’ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε
τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
 Ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες, 685