καὶ τεθνηότα περ· περὶ δ’ αἰγίδι πάντα κάλυπτε 20
χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
Ὣς ὁ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·
τὸν δ’ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
κλέψαι δ’ ὀτρύνεσκον ἐΰσκοπον Ἀργειφόντην.
ἔνθ’ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ’ Ἥρῃ 25
οὐδὲ Ποσειδάων’ οὐδὲ γλαυκώπιδι κούρῃ,
ἀλλ’ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ’ ἄτης,
ὃς νείκεσσε θεάς, ὅτε οἱ μέσσαυλον ἵκοντο,
τὴν δ’ ᾔνησ’ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. 30
ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς,
καὶ τότ’ ἄρ’ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·
«σχέτλιοί ἐστε, θεοί, δηλήμονες· οὔ νύ ποθ’ ὑμῖν
Ἕκτωρ μηρί’ ἔκηε βοῶν αἰγῶν τε τελείων;
τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι, 35
ᾗ τ’ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ
καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα
ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
ἀλλ’ ὀλοῷ Ἀχιλῆϊ, θεοί, βούλεσθ’ ἐπαρήγειν,
ᾧ οὔτ’ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα 40
γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ’ ὣς ἄγρια οἶδεν,
ὅς τ’ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
εἴξας εἶσ’ ἐπὶ μῆλα βροτῶν, ἵνα δαῖτα λάβῃσιν·
ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
γίγνεται, ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι. 45
μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι,
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/268
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
24. ΙΛΙΑΔΟΣ Ω