Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/267

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΙΛΙΑΔΟΣ Ω


Λῦτο δ’ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
ἐσκίδναντ’ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο
ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς
κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος
ᾕρει πανδαμάτωρ, ἀλλ’ ἐστρέφετ’ ἔνθα καὶ ἔνθα, 5
Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,
ἠδ’ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα,
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·
τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,
ἄλλοτ’ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ’ αὖτε 10
ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δ’ ὀρθὸς ἀναστὰς
δινεύεσκ’ ἀλύων παρὰ θῖν’ ἁλός· οὐδέ μιν ἠὼς
φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ’ ἠϊόνας τε.
ἀλλ’ ὅ γ’ ἐπεὶ ζεύξειεν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,
Ἕκτορα δ’ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, 15
τρὶς δ’ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τ’ ἔασκεν
ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ’ Ἀπόλλων
πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ’ ἐλεαίρων