Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/17

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω 225
μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι,
νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς.
ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·
τὼ νῦν μήτ’ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.» 230
Τὸν δ’ ἠμείβετ’ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
«Ἰδομενεῦ, μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
ἐκ Τροίης, ἀλλ’ αὖθι κυνῶν μέλπηθρα γένοιτο,
ὅς τις ἐπ’ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.
ἀλλ’ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δ’ ἅμα χρὴ 235
σπεύδειν, αἴ κ’ ὄφελός τι γενώμεθα καὶ δύ’ ἐόντε.
συμφερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν
νῶϊ δὲ καί κ’ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.»
Ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
Ἰδομενεὺς δ’ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε 240
δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
βῆ δ’ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
χειρὶ λαβὼν ἐτίναξεν ἀπ’ αἰγλήεντος Ὀλύμπου,
δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·
ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. 245
Μηριόνης δ’ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει
οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·
«Μηριόνη, Μόλου υἱὲ πόδας ταχὺ φίλταθ’ ἑταίρων,
τίπτ’ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; 250